Ακολουθία Αγ. Νικολάου 6 Δεκ

Κείμενα και αρχεία ήχου και εικόνας των Ακολουθιών - Κανόνων των Μεγάλων Εορτών και του εορτασμού της μνήμης των Αγίων.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Captain Yiannis
Δημοσιεύσεις: 250
Εγγραφή: Σάβ Ιούλ 28, 2012 4:51 pm

Ακολουθία Αγ. Νικολάου 6 Δεκ

Δημοσίευσηαπό Captain Yiannis » Τρί Σεπ 11, 2012 5:32 pm

6 ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

Εν καθημερινή


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Ἑξάψαλμον,...
Συναπτὴ μεγάλη καὶ ἡ Ἐκφώνησις
Ὅτι πρέπει σοι πᾶσα δόξα...
Ἦχος δ'
ὁ α’ χορὸς
Ἀμήν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
ὁ β’ χορὸς
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ β’ χορὸς
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...
ὁ α’ χορὸς
Ἀπολυτίκιον Ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορὸς
Δόξα Πατρὶ...
Κανόνα πίστεως...
ὁ α’ χορός
Καὶ νῦν... Θεοτοκίον ὁ αὐτὸς
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ὁ ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεός, ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρόν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὸν τὸ κράτος...
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος α' - Τὸν τάφον Σωτὴρ
ὁ α’ χορὸς
Ἀστράπτεις ἐν τῇ γῆ, τῶν θαυμάτων ἀκτῖσι, Νικόλαε σοφέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ ἐν γῇ σε δοξάσαντος, ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ πόθῳ τιμῶντας, Πατέρων ἐκλόγιον.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον
Τὰς χεῖράς σου σεμνή, νῦν ἐκτείνασα οἴκτῳ, βοήθειαν ἡμῖν, ἐξ Ἁγίου παράσχου, καὶ δίδου ἀκίνδυνον, τὴν ζωὴν διανύσασθαι, τοὺς δοξάζοντας, τὸν σὸν πανάγιον Τόκον, καὶ σὲ Δέσποινα, ἐπιγραφομένους Κόρη, ἐλπίδα καὶ καύχημα.
Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα
ὁ α’ χορὸς
Ἦχος δ' Ἐπεφάνης σήμερον
Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν τούτους μάκαρ, καὶ ἐκ πάσης θλίψεως, ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν ὡραιότατον, κλέος καὶ δόξα, Νικόλαε Ὅσιε.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις, καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων βοήθεια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ' - Ταχὺ τροκατάλαβε
ὁ α’ χορός
Προστάτης θερμότατος, τῆς Ἐκκλησίας Χριστοῦ, ἐδείχθης Νικόλαε, τὰ τῶν αἱρέσεων, διδάγματα ἄθεα, λύων σὺν παῤῥησίᾳ, καὶ κανὼν ἀνεδείχθης, πᾶσιν ὀρθοδοξίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.
________________________________________
Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
ὁ α’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
ὁ β’ χορός
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου
ὁ α’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
ὁ β’ χορός
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι
ὁ α’ χορός
Δόξα Πατρὶ...
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
ὁ β’ χορός
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
ὁ α’ χορός
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ β’ χορὸς
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
ὁ α’ χορὸς
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περί πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
________________________________________
Τάξις Εὐαγγελίου τοῦ Ὄρθρου
Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.
ὁ α΄ χορὸς
Κύριε ἐλέησον
Ἱερεὺς: Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...
ὁ α΄ χορὸς
Ἀμήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ β’ χορὸς
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
ὁ α΄ χορὸς
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...
ὁ α’ χορὸς
Κύριε, ἐλέησον (γ').
Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ἱερεὺς: Εἰρήνη πᾶσι.
ὁ β’ Χορὸς:
Καὶ τῷ Πνεύματί σου.
Ἱερεὺς: Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα
Διάκονος: Πρόσχωμεν.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
Εὐαγγέλιον
(᾽Ιω. ι´ 1-9)
ὁ Ἱερεὺς: Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαόυς΄ Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται΄ καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
ὁ α΄ χορὸς
Δόξα Σοι Κύριε, δόξα Σοι.
________________________________________
Ὁ Ν' ψαλμὸς χύμα
ὁ α΄ χορὸς
Δόξα Πατρὶ... Ἦχος β’
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ β΄ χορὸς
Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
ὁ α’ χορὸς
Πεντηκοστάριον. Ἦχος πλ.β'
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ Ἰδιόμελον
Εὖ δοῦλε ἀγαθέ, καὶ πιστέ΄ εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ, σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας΄ σὺ καὶ τὸ δοθὲν σοι τάλαντον ἐπηύξησας΄ καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται΄ Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.
________________________________________
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...Ἐλέει καὶ οἰκτιρμοῖς...
________________________________________
Κανὼν τῆς Θεοτόκου
ὁ α’ χορὸς
ᾠδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς
ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
ὁ β’ χορὸς
ᾨδὴν ἐπινίκιον,…
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοφίας τὴν ἄβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑμνῶ σε πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον, ὃν πᾶσα κτίσις ἀνυμνεῖ ὅτι δεδόξασται.
Κανὼν τοῦ Ἁγίου
ὁ α’ χορὸς
Χριστὸς γεννᾶται
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀπόρῳ γλώττῃ καὶ χείλεσιν, ἐγκώμιον βραχὺ καὶ παράκλησιν, προσάξαι τῇ σῇ Νικόλαε, ἥκω θεομιμήτῳ ὑπεροχῇ, ἀλλ' ὡς πλουτοδότης, τὸν Σωτῆρα καὶ Θεὸν ἵλεων δίδου μοι.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Βροτὸς ὑπάρχων οὐράνιος, ἰσάγγελος ἐν γῇ πεφανέρωσαι, χηρῶν ἀντιλήπτωρ μέγιστος, καὶ καταπονουμένων ἐκδικητής, πάντων θλιβομένων, ἐν κινδύνοις βοηθός, Πάτερ Νικόλαε.
ὁ α’ χορὸς
Δόξα Πατρὶ... Τριαδικὸν
Τριάδα σέβω τὴν ἄκτιστον, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν ἁπλῆν θεότητα, φύσιν μὴ τεμνομένην οὐσιωδῶς, τρεῖς τὰς ὑποστάσεις, διαιρῶν προσωπικῶς, καὶ καθ' ὑπόστασιν.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Ἀσπόρως Λόγον συνείληφας, τὸν ἕνα τῆς Τριάδος Πανάχραντε, καὶ τοῦτον σακρὶ γεγέννηκας, μείνασα μετὰ τόκον ὥσπερ τὸ πρίν, τοῦτον ὡς Υἱόν σου, καὶ Θεὸν ὑπέρ ἡμῶν ἀεὶ ἱκέτευε.
Τῆς Θεοτόκου
ὁ α’ χορὸς
ᾠδὴ γ' Ὁ Εἱρμὸς
Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ' ὑδάτων οὐρανόν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε.
ὁ β’ χορὸς
Στερεωθήτω ἡ καρδία μου,…
ὁ α’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὁ οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν πρὸς ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς παντευλόγητε.
Τοῦ Ἁγίου
ὁ α’ χορὸς
Τῷ πρὸ τῶν αἰώνων
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δέλτον ἐν καρδίᾳ, κεκτημένος θεόφρον πολλῶν ἀρετῶν, ἐγγεγραμμένην ἀθανάτῳ, καὶ ἀχράντῳ δακτύλῳ, Χριστοῦ τοῦ Θεοῦ Νικόλαε, ὑπὲρ κηρίον καὶ μέλι γλυκύ, στάζεις ἐν τοῖς λόγοις σου.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἔδειξεν ἡ χάρις, ἐπὶ σὲ παραδόξως τὰ θαύματα, ἡ φαιδρὰ γάρ σου πολιτεία, ὦ Νικόλαε ὄντως, χρυσοῦ παντὸς τηλαυγέστερον, ὑπεραστράπτει καὶ λάμπει ψυχαῖς, αἴγλῃ θείου Πνεύματος.
ὁ α’ χορὸς
Δόξα Πατρὶ... Τριαδικὸν
Ἵλεως γενοῦ μοι, Παναγία Τριὰς ὁ Θεὸς ἡμῶν, τῷ ἐν ἀμέτροις πλημμελείαις, ῥυπωθέντι τῷ βίῳ, Πατήρ, ὁ Υἱός, Πνεῦμα τὸ ζῶν, διατηροῦσά με πάντοθεν καὶ ἀεί, ἄτρωτον ἐκ θλίψεως.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Νέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις σου, καὶ ἐν ἀνάγκαις καὶ κινδύνοις, ταχυδρόμοις πρεσβείαις, φρουρεῖν, βοηθεῖν παράστηθι, σὺ γὰρ τὸ κλέος ἡμῶν τῶν πιστῶν, πέλεις Θεονύμφευτε.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν,...
ὁ β΄ χορὸς
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ποταμὸν ἰαμάτων ὑπερχειλῆ, καὶ πηγὴν σε θαυμάτων ἀνελλιπῆ, ἔδειξε Νικόλαε, τοῦ ἐλέους ἡ ἄβυσσος, οἱ γὰρ βαρείαις νόσοις, πικρῶς πιεζόμενοι, καὶ συμφοραῖς τοῦ βίου, δεινῶς ἐταζόμενοι, πάσης ἀθυμίας, ἀκεσώδυνον ὄντως, εὑρίσκουσι φάρμακον, τὴν θερμήν σου ἀντίληψιν, διὰ τοῦτο βοῶμέν σοι΄ Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ὁ α΄ χορὸς
Δόξα Πατρὶ... Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις φέρεις, τὸν φέροντα ἅπαντα, τὸν τροφοδότην πάντων, καὶ Κτίστην τῆς κτίσεως΄ ὅθεν δυσωπῶ σε παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου΄ ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι΄ καὶ γὰρ δύνασαι πάντα, ὅσα θέλεις Πανύμνητε.
Τῆς Θεοτόκου
ὁ β’ χορὸς
ᾠδὴ δ' Ὁ Εἱρμὸς
Ἐν πνεύματι προβλέπων, προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν΄ Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.
ὁ α΄ χορὸς
Ἐν πνεύματι προβλέπων,...
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θανάτου μὲν αἰτία, ἡ Εὔα τοῖς βροτοῖς, συμβουλία ὄφεως, γεγένηται Ἁγνή, σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης, ὅθεν ἐπαξίως ὑμνοῦμέν σε.
ὁ α΄ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ἐν πνεύματι Προφῆται, προεῖδόν σε Ἁγνή, Ὄρος Πύλην Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.
Τοῦ Ἁγίου
ὁ β’ χορὸς
Ῥάβδος ἐκ τῆς ῥίζης
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡ κλῆσίς μου μόνη ἀληθῶς, ἐν πάσαις τῶν ἐχθρῶν βουλαῖς, προσκαλουμένη θᾶττον ῥύεται, τοὺς κράζοντάς σοι θερμῶς, Ἱερὲ Νικόλαε΄ Ὡς πρὶν στρατηλάτας ἐλυτρώσω, διάσωσον καὶ ἡμᾶς, πάσης ἐκ δεινῆς περιστάσεως.
ὁ α΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θρόνῳ παριστάμενος Θεοῦ, πρεσβεύειν ἐκτενῶς σοφέ, μὴ διαλείπῃς ὑπὲρ πάντων ὑμῶν, τῶν σῶν πιστῶν οἰκετῶν, θαυμαστὲ Νικόλαε, ἵνα τοῦ πυρὸς τοῦ αἰωνίου, ῥυσθῶμεν καὶ ἐξ ἐχθρῶν, γνώμης πονηρᾶς καὶ κακώσεως.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Τριαδικὸν
Ἀνάρχου θεότητος ἀρχήν, Πατέρα καὶ Υἱὸν τιμῶ, καὶ Πνεῦμα σέβω τὸ πανάγιον, τὴν πάντων παντουργικήν, ἑνιαίαν ἄτμητον, τρισὶ χαρακτῆρσι καὶ προσώποις, διῃρημένην ἀεί, μίαν βασιλείαν ἀμέριστον.
ὁ α΄ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Σὺ ὄντως ἐπέκεινα βροτῶν, Ἀγγέλων τε ὑπέρτιμος, Θεογεννῆτορ Κόρη πέφηνας΄ τὸν πάντων γὰρ Ποιητήν, ἐν γαστρὶ συνείληφας, σάρκα ὑλικὴν ἠμφιεσμένον, τεκοῦσα δίχα σπορᾶς…
ὁ β’ χορὸς
…Ὦ καινοπρεποῦς θεωρήματος!
Τῆς Θεοτόκου
ὁ α΄ χορὸς
ᾠδὴ ε' Ὁ Εἱρμὸς
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.
ὁ β’ χορὸς
Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον,...
ὁ α΄ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὡς κιβωτὸς Σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς Παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν Παντοκράτορα.
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μήτηρ ἀπειράνδρως ἐν παρθένοις σύ, αὖθις Παρθένος δέ, ἐν μητράσι μόνη Πάναγνε ἀῤῥήτως ὤφθης, Θεὸν γὰρ ἐγέννησας, τὸν φύσεις ἀμείβοντα.
Τοῦ Ἁγίου
ὁ α΄ χορὸς
Θεὸς ὢν εἰρήνης
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κηρύττει σου Πάτερ, τὰ θαύματα νῦν, ἡ Μυρέων μεγίστη μητρόπολις, Λυκίων ἐπαρχία τε, καὶ πᾶσαι πατριαί, τὰς σὰς τερατουργίας, δι' ὧν πάντας ἐκ πόνων, θλιβερῶν ἐλυτρώσω, ἀξιοθαύμαστε Νικόλαε.
ὁ β’ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λιμὴν τῶν χηρῶν, καὶ Πατὴρ τῶν ὀρφανῶν, βοηθὸς τῶν ἐν θλίψει πανάριστος, πενθούντων παραμύθιον, ποιμὴν καὶ ὁδηγός, πάντων τῶν πλανωμένων, Νικόλαε ὑπάρχων, καὶ ἡμᾶς ἐκ κινδύνων, ταῖς σαῖς πρεσβείαις ἀπολύτρωσαι.
ὁ α΄ χορὸς
Δόξα Πατρὶ... Τριαδικὸν
Συνάναρχα τρία, ὁμόθρονα μέν, ἀμερίστου μιᾶς δὲ θεότητος, δοξάζω αὐτεξούσια, τὰ πρόσωπα σαφῶς, δι' ἧς ἐκ τοῦ μὴ ὄντος, παρήχθην εἰς τὸ εἶναι, σὺν Ἀγγέλοις κραυγάζων΄ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
ὁ β’ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Βροτῶν σωτηρία, καὶ πάντων ἐλπίς, ἡ προφθάνουσα τάχος καὶ σώζουσα, οἰκτείρησον καὶ νῦν ἡμᾶς, βοῶμέν σοι ἁγνή, τοὺς σὲ προσκαλουμένους, ἀεὶ ἐν περιστάσει, προστασίαν γὰρ ἡμεῖς,…
ὁ α΄ χορὸς
…μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.
Τῆς Θεοτόκου
ὁ β’ χορὸς
ᾠδὴ ς' Ὁ Εἱρμὸς
Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ, τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα΄ Δόξα σοι.
ὁ α΄ χορὸς
Τὸν Προφήτην Ἰωνᾶν…
ὁ β’ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονή, εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς, τοὺς δούλους σου, τοὺς πεποιθότας τῇ προστασίᾳ σου.
ὁ α΄ χορὸς
Στίχ.Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Οὐρανὸς ὁ λογικός, ὁ Ναὸς ὁ καθαρός, ἡ ἁγία Κιβωτός, ὁ τερπνότατος Θεοῦ, Παράδεισος, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς, ὑμνείσθω μοι.
Τοῦ Ἁγίου
ὁ β’ χορὸς
Σπλάγχνων Ἰωνᾶν
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νέος Ἀβραάμ, ἐδείχθης Νικόλαε, ὡς μονογενῆ υἱὸν προσάξας τὸν νοῦν, τῷ Δεσπότῃ σου, ἀναιμάκτους θυσίας προσφέρων ἀεί, κἀντεῦθεν εὐλογήθης ὡς φιλόξενος, Πάτερ, καὶ Τριάδος γέγονας, οἰκητήριον θεῖον καὶ ἄμωμον.
ὁ α΄ χορὸς
Στίχ. Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ξένα καὶ φρικτά, ἐργάζῃ τεράστια, ἐν πάσῃ τῇ γῇ, καὶ ἐν θαλάσσῃ μακράν, κινδυνεύουσι, ταχυδρόμοις λιταῖς ἐφιστάμενος, ἀσθενούντων ἰατρός, καὶ πτωχευόντων τροφεύς, νίκης τε λαοῦ φερώνυμος, τοῦ πιστοῦ κατ' ἐχθρῶν ἀναδέδειξαι.
ὁ β’ χορὸς
Δόξα Πατρὶ... Τριαδικὸν
Σέβω καὶ τιμῶ, Τριάδα ἀμέριστον, προσώποις τρισὶ διαιρουμένην ἀεί, ἑνουμένην δέ, τῇ οὐσίᾳ καὶ φύσει ὡς μίαν ἀρχήν, τὸν Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, πάντων κραταιῶς δεσπόζουσαν, καὶ τὸ πᾶν συντηροῦσαν ὡς βούλεται.
ὁ α΄ χορὸς
Καὶ νῦν... Θεοτοκίον
Κλίνας οὐρανούς, ἐν μήτρᾳ σου Πάναγνε, Χριστὸς βουληθείς, ὅλος ἐσκήνωσεν΄ οὐ γὰρ ἔφερε, τῶν ἰδίων χειρῶν τὸ πλαστούργημα, καθορᾶν ὑπὸ τοῦ πλάνου τυραννούμενον, ἦλθε δὲ ἐν δούλου σχήματι, τὸ ἀνθρώπινον γένος λυτρώσασθαι.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Σὺ γὰρ εἶ ὁ Βασιλεύς...
Κοντάκιον Ἦχος γ’ - Ἡ Παρθένος σήμερον
Ἐν τοῖς Μύροις ἅγιε, ἱερουργὸς ἀνεδείχθης΄ τοῦ Χριστοῦ γὰρ ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου΄ διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Ὁ Οἶκος
Ἀνυμνήσωμεν νῦν τὸν Ἱεράρχην ᾄσμασι, τὸν ἐν Μύροις λαοὶ ποιμένα καὶ διδάσκαλον, ἵνα ταῖς πρεσβείαις αὐτοῦ ἐλλαμφθῶμεν, ἰδοὺ γὰρ ὤφθη ὅλος καθάρσιος, ἀκήρατος πνεύματι, Χριστῷ προσάγων θυσίαν ἄμωμον, τὴν εἰλικρινῆ καὶ Θεῷ εὐπρόσδεκτον, ὡς ἱερεὺς κεκαθαρμένος τὴ ψυχὴ καὶ τὴ σαρκί, ὅθεν ὑπάρχει ἀληθῶς, τῆς Ἐκκλησίας προστάτης, καὶ ὑπέρμαχος ταύτης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Συναξάριον
Τῇ Ϛ’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου, Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.
Στίχοι
• • Ὁ Νικόλαος, πρέσβυς ὢν ἐν γῇ μέγας,
• • Καὶ γῆς ἀποστὰς εἰς τὸ πρεσβεύειν ζέει.
• • Ἕκτῃ Νικόλεώ γε, ἐφάνη βιότοιο τελευτή.

Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ Καραμάνου τοῦ ἐν Σμύρνῃ μαρτυρήσαντος κατὰ τὸ 1657 ( χίλια ἑξακόσια πεντήκοντα ἑπτά ) ἔτος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
________________________________________ΚΑΤΑΒΑΣΙΑΙ
ὁ α’ χορός
ᾠδὴ α' Ἦχος α'
Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ὁ β΄ χορὸς
ᾠδὴ γ'
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν΄ Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν,...
ὁ α’ χορός
...Ἅγιος εἶ Κύριε.
ὁ β΄ χορὸς
ᾠδὴ δ'
Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός΄ Δόξα τῇ δυνάμει σου, Κύριε.
ὁ α’ χορός
ᾠδὴ ε'
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν΄ ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε, φιλάνθρωπε.
ὁ β΄ χορὸς
ᾠδὴ ς'
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο΄ τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον, ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
ὁ α’ χορός
ᾠδὴ ζ'
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἐστῶτες ἔψαλλον΄ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ὁ β΄ χορὸς
ᾠδὴ η'
Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν΄ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν΄ Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.
________________________________________
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...
ΤΙΜΙΩΤΕΡΑ (Ἦχος α’)
ὁ α’ χορός
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.
Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
ὁ β’ χορός
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Τὴν Τιμιωτέραν...
ὁ α’ χορός
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Τὴν Τιμιωτέραν...
ὁ β’ χορός
Στίχ. Ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Τὴν Τιμιωτέραν...
Καταβασία
ὁ α’ χορός
ᾠδὴ θ’.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρnτος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
________________________________________
Συναπτὴ μικρά καὶ ἡ Ἐκφώνησις
Ὃτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις...
Ἐξαποστειλάριον
ὁ α’ χορὸς
Ἦχος β’ - Γυναῖκες ἀκουτίσθητε
Τὸν μέγαν ἀρχιποίμενα, καὶ Ἱεράρχην ἅπαντες, τὸν πρόεδρον τῶν Μυρέων, Νικόλαον εὐφημοῦμεν, πολλοὺς γὰρ ἄνδρας ἔσωσεν, ἀδίκως θνήσκειν μέλλοντας΄καὶ Βασιλεῖ ὀπτάνεται, σὺν Ἀβλαβίῳ κατ' ὄναρ, λύων τὴν ἄδικον ψῆφον.
ὁ β’ χορός
Ὅμοιον
Μεγάλως σε ἐδόξασεν, ἐν θαύμασιν ὁ Κύριος, καὶ ζῶντα καὶ μετὰ τέλος, Νικόλαε Ἱεράρχα΄ τὶς γὰρ ἐξ ὅλης πίστεως, μόνον ἐπεκαλέσατο, τὸ ἅγιόν σου ὄνομα, καὶ οὐκ εὐθὺς εἰσηκούσθη, θερμὸν προστάτην εὑρών σε;
ὁ α’ χορός
Θεοτοκίον
Σοφίαν ἐνυπόστατον, καὶ Λόγον ὑπερούσιον, καὶ ἰατρὸν τῶν ἁπάντων, Χριστὸν τεκοῦσα Παρθένε, τὰ ἕλκη καὶ τὰ τραύματα, τῆς ψυχῆς μου θεράπευσον, τὰ χαλεπὰ καὶ χρόνια, καὶ τῆς καρδίας μου παῦσον,…
ὁ β’ χορός
…τὰς ἀπρεπεῖς ἐνθυμήσεις.
________________________________________ΑΙΝΟΙ
Ἦχος α'
ὁ α’ χορός
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ β’ χορός
Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Τῶν οὐρανίων ταγμάτων
Τῆς Ἐκκλησίας τὰ ἄνθη, περιϊπτάμενος, ὡς νεοττὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταῖς πρεσβείαις σου.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Τῆς ἱερᾶς διπλοΐδος, τὴν ὡραιότητα, ταῖς πρακτικαῖς εἰργάσω, ἀρεταῖς λαμπροτέραν, Πάτερ θεοφόρε, ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων θαυμάτων ἱερουργέ, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.
ὁ α’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
Τῶν ἀθεάτων τὰ κάλλη, περιεχόμενος, τὴν φοβερὰν ἐκείνην, κατενόησας δόξαν, Ἅγιε ἁγίων, ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκείνων θεωριῶν, ἀναγγέλλεις Ἱερώτατε.
ὁ β’ χορός
Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ὡς ἐν ὀνείρῳ ἐπέστης, τῷ εὐσεβεῖ Βασιλεῖ, καὶ τοὺς δεσμώτας Πάτερ, ἐκ θανάτου ἐῤῥύσω, πρέσβευε ἀπαύστως, ὅπως καὶ νῦν, ταῖς εὐχαῖς σου ῥυσθείημεν, ἐκ πειρασμῶν καὶ κινδύνων καὶ ὀδυνῶν, οἱ ἀξίως εὐφημοῦντές σε.
ὁ α’ χορός
Δόξα Πατρὶ... Ἦχος πλ. α'
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, τῇ ἐτησίῳ πανηγύρει τοῦ θεοφόρου Πατρός, βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὸν δι' ὀνείρου φρικτῆς ἐπιστασίας, βασιλέα πείθοντα, ἀναιτίους κρατουμένους τρεῖς, ἀπολῦσαι στρατηλάτας, ἀνυμνείτωσαν. Ποιμένες καὶ Διδάσκαλοι, τόν τοῦ καλοῦ Ποιμένος, ὁμόζηλον Ποιμένα, συνελθόντες εὐφημήσωμεν. Οἱ ἐν νόσοις τὸν ἰατρόν, οἱ ἐν κινδύνοις τὸν ῥύστην, οἱ ἁμαρτωλοὶ τὸν προστάτην, οἱ πένητες τὸν θησαυρόν, οἱ ἐν θλίψεσι τὴν παραμυθίαν, τὸν συνοδίτην οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τὸν κυβερνήτην΄ οἱ πάντες τὸν πανταχοῦ θερμῶς προφθάνοντα, μέγιστον Ἱεράρχην, ἐγκωμιάζοντες οὕτως εἴπωμεν΄ Πανάγιε Νικόλαε, πρόφθασον, ἐξελοῦ ἡμᾶς τῆς ἐνεστώσης ἀνάγκης, καὶ σῶσον τὴν ποίμνην σου ταῖς ἱκεσίαις σου.
ὁ β’ χορός
Καὶ νῦν... Ἦχος ὁ αὐτὸς - Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
________________________________________Δοξολογία Μεγάλη
εἰς ἦχον πλ.α’ ( Ἀργή ἢ σύντομος )
ὁ α’ χορός
• • Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
ὁ β’ χορός
• • Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.
ὁ α’ χορός
• • Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.
ὁ β’ χορός
• • Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
ὁ α’ χορός
• • Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
• • Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
ὁ α’ χορός
• • Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
ὁ β’ χορός
• • Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.
ὁ β’ χορός
• • Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ α’ χορός
• • Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου.
ὁ β’ χορός
• • Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.
ὁ α’ χορός
• • Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.
ὁ β’ χορός
• • Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
ὁ α’ χορός
• • Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ β’ χορός
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ὁ β’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
ὁ α’ χορός
καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ
Ἅγιος ὁ Θεός,
ὁ β’ χορός
Ἅγιος Ἰσχυρός,
ὁ α’ χορός
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
καὶ εὐθύς
ὁ β’ χορός
τὸ ἀπολυτίκιον τοῦ Ἱεράρχου
Ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
________________________________________
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Εἰ βούλει, τὰ Τυπικά, καὶ εἰς τοὺς Μακαρισμοὺς ἐκ τῶν Κανόνων τοῦ Ἱεράρχου( δ’ ἐκ τοῦ α’ κανόνος τῆς γ' καὶ δ’ ἐκ τοῦ β’ κανόνος τῆς ς' ᾠδῆς).
Εἰ δὲ μὴ τὰ παρόντα
ΑΝΤΙΦΩΝΑ
᾽Αντίφωνον α´
ὁ α’ χορός
Ἦχος β´.
Στίχ. α´. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ σῶσον ἡμᾶς.
ὁ β’ χορός
Στίχ. β´. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ α’ χορός
Στίχ. γ´. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
ὁ β’ χορός
Δόξα Πατρὶ...
ὁ α’ χορός
Καὶ νῦν...
Ταῖς πρεσβείαις τῆς Θεοτόκου...
Ἀντίφωνον Β'
Ἦχος ὁ αὐτὸς.
ὁ β’ χορός
Στίχ. α´. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου ψαλῷ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
Στίχ. β´. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,...
ὁ β’ χορός
Στίχ. γ´. Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἐν Ἁγίοις θαυμαστός,...
ὁ α’ χορός
Δόξα Πατρὶ...
ὁ β’ χορός
Καὶ νῦν καὶ ἀεὶ...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ἀντίφωνον Γ'
ὁ α’ χορός
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
τὸ ἀπολυτίκιον, ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοι σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Κανόνα πίστεως...
Εἴσοδος.
Εἰσοδικὸν
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, σῷσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστὸς...
ὁ β’ χορὸς
...ψάλλοντάς σοι, Ἀλληλούϊα.
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Ἀπολυτίκιον. Ἦχος δ’.
Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια, διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ὁ β’ χορός
Τοῦ Ναοῦ
ὁ α’ χορός
( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)
Κοντάκιον Προεόρτιον Ἦχος γ'
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως, Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
________________________________________ Τρισάγιον.
________________________________________
Ἀπόστολος
Τοῦ ῾Αγίου· (῾Εβρ. ιγ´ 17-21).
Προκείμενον ἦχος βαρύς.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ.Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα .
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε, αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες΄ ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες, ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν΄ πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. ῾Ο δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν ᾽Ιησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ ᾽Ιησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἀλληλούϊα (γ’)
________________________________________
Εὐαγγέλιον
῾Ομοίως· (Λουκ. ς´ 17-23)
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾽Ιουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ἐνοχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν΄ Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου· Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
ὁ α’ χορὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
________________________________________
Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου
________________________________________Εἰς τό, Ἐξαιρέτως
ὁ α’ χορός
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
________________________________________
ὁ β’ χορός
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
ὁ α’ χορός
ἦχος β’
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.



Άβαταρ μέλους
Captain Yiannis
Δημοσιεύσεις: 250
Εγγραφή: Σάβ Ιούλ 28, 2012 4:51 pm

Re: Ακολουθία Αγ. Νικολάου 6 Δεκ

Δημοσίευσηαπό Captain Yiannis » Τρί Σεπ 11, 2012 5:33 pm

Τῌ ΣΤ´ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου,
Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας, τοῦ θαυματουργοῦ.

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Μύρῳ θείῳ σε ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, Μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταῖς ἀρεταῖς Ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις τε εὐχαῖς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε· διὰ τοῦτο σε πίστει εὐφημοῦμεν, καὶ τελοῦμεν σου τὴν μνήμην, τὴν παναγίαν Νικόλαε. (δίς)
Ὡς λαμπτῆρα σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλὺν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν.
Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσωσας, ὡς συμπαθὴς ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, Ἱερώτατε Πάτερ τῶν Ἀγγέλων, συμπολῖτα Ἀποστόλων καὶ Προφητῶν ἰσοστάσιε.
Δόξα. Ἦχος πλ. β´.
Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ, λειτουργὲ Κυρίου, Ἅγιε Νικόλαε, κατὰ τὸ ὄνομά σου, οὕτω καὶ ἡ πολιτεία σου· συνεξέλαμψε γὰρ τῇ πολιᾷ ἡ σύνεσις· ἐμαρτύρει τὸ φαιδρὸν τοῦ προσώπου σου, τῆς ψυχῆς τὸ ἀνεξίκακον· ἐβεβαίου τὴν πραότητα, τοῦ λόγου τὸ ἥσυχον· ἡ ζωή σου ἔνδοξος, καὶ ἡ κοίμησις μετὰ Ἁγίων. Πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρά.
Ἦχος πλ. β´. Τριήμερος ἀνέστης Χριστέ.
Νικόλαε μακάριε, προσπίπτοντά με οἴκτειρον, δέομαί σου, καὶ τὰ ὄμματα σοφέ, φώτισον τῆς ψυχῆς μου, ἵνα καθαρῶς βλέψω, τὸν φωτοδότην καὶ οἰκτίρμονα.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἐχθρῶν ἐπιζητούντων με, κακοποιῆσαι Ἅγιε, ἐξελοῦ με, παῤῥησίαν πρὸς Θεόν, ὡς ἔχων Ἱεράρχα, Νικόλαε παμμάκαρ, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Λιμένα σε ἀχείμαστον, καὶ τεῖχος ἀπροσμάχητον, Ἱεράρχα, σὲ κεκτήμεθα πιστοί, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, καὶ ὁδηγὸν ψυχῶν καὶ πρόμαχον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ζηλώσας ὁ ἀντίδικος, τὴν ποίμνην Πανάχραντε, καθ᾿ ἑκάστην, ἐκζητεῖ ὁ πονηρός, κατάβρωμα ποιῆσαι· ἀλλὰ σὺ Θεοτόκε, τῆς τούτου βλάβης ἐξελοῦ ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος δ´.
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξε σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογοῦμεν τὴν α´ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Μύροις, παροικήσας αἰσθητῶς, μύρον ἀληθῶς ἀνεδείχθης, μύρῳ χρισθεὶς νοητῷ Ἅγιε Νικόλαε, Ἀρχιεράρχα Χριστοῦ· καὶ μυρίζεις τὰ πρόσωπα, τῶν πίστει καὶ πόθῳ, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων ἀεί, λύων συμφορῶν καὶ κινδύνων, τούτους καὶ τῶν θλίψεων Πάτερ, ἐν ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.
Νίκη, φερωνύμως ἀληθῶς, τοῦ πιστοῦ λαοῦ ἀνεδείχθης, ἐν πειρασμοῖς κραταιά, Ἅγιε Νικόλαε, θεράπων ὄντως Χριστοῦ· πανταχοῦ γὰρ καλούμενος, ὀξέως προφθάνεις, πόθῳ τοὺς προστρέχοντας, ὑπὸ τὴν σκέπην σου· σὺ γὰρ ἐν νυκτὶ καὶ ἡμέρᾳ, πίστει ὀπτανόμενος σῴζεις, ἐκ τῶν πειρασμῶν καὶ περιστάσεων.
Ὤφθης, Κωνσταντίνῳ Βασιλεῖ, σὺν τῷ Ἀβλαβίῳ κατ᾿ ὄναρ, καὶ τούτους φόβῳ βαλών, οὕτως αὐτοῖς εἴρηκας· Λύσατε δὴ ἐν σπουδῇ, τῆς εἱρκτῆς οὓς κατέχετε, δεσμίους ἀδίκως, ἀθώους τυγχάνοντας, τῆς παρανόμου σφαγῆς· ὅμως ἀλλ᾿ ἐὰν παρακούσῃς, ἔντευξιν ποιήσομαι Ἄναξ, κατὰ σοῦ πρὸς Κύριον δεόμενος.
Μέγας, ἀντιλήπτωρ καὶ θερμός, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὑπάρχεις ἔνδοξε, Ἅγιε Νικόλαε, ἱεροκήρυξ Χριστοῦ, τοῖς ἐν γῇ καὶ τοῖς πλέουσι, τοῖς πόῤῥω καὶ πέλας, οἷα συμπαθέστατος, καὶ πρεσβευτὴς κραταιός· ὅθεν συνελθόντες βοῶμεν· Πρέσβευε πρὸς Κύριον ὅπως, πάσης λυτρωθῶμεν περιστάσεως.
Ἕτερα Στιχηρὰ Προσόμοια.
Ἦχος ὁ αὐτός. Ποίοις εὐφημιῶν.
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην; τὸν σαρκὶ ἐν Μύροις ὑπάρχοντα, καὶ πνευματικῶς πᾶσι προφθάνοντα, τοῖς εἰλικρινῶς αὐτὸν ποθοῦσι· τὸ πάντων, τῶν θλιβομένων παραμύθιον, καὶ πάντων, τῶν ἐν κινδύνοις καταφύγιον· τῆς εὐσεβείας τὸν πύργον· τῶν πιστῶν τὸν πρόμαχον· τὸν δι᾿ οὗ ὀφρὺν δυσμενῶν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τὸν τῆς ἀσεβείας ἀντίπαλον, καὶ τῆς εὐσεβείας ὑπέρμαχον· τὸν τῆς Ἐκκλησίας πρωτοστάτην· τὸν μέγαν, προασπιστήν τε καὶ διδάσκαλον· τὸν πάντας, τοὺς κακοδόξους καταισχύνοντα· τὸν ὀλετῆρα Ἀρείου, καὶ θερμὸν ἀντίμαχον· τὸν δι᾿ οὗ τὴν τούτου ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Ποίοις μελῳδικοῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν Ἱεράρχην; τὸν τὰ πόῤῥω ὄντα προβλέποντα, καὶ ταῦτα σαφῶς προαγγέλλοντα, προθεσπίζοντά τε ὡς παρόντα· τὸν πᾶσαν, τὴν οἰκουμένην περιθέοντα, καὶ πάντας, ἀδικουμένους ἐκλυτρούμενον· τὸν ἐν ὀνείροις ὀφθέντα, Βασιλεῖ θεόφρονι, καὶ τοὺς πρὶν δεσμίους σφαγῆς, ἀδίκου ῥυσάμενον, τὸν πλουτοῦντα τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β´.
Ἱεραρχῶν τὴν καλλονήν, καὶ τῶν Πατέρων κλέος, τὴν βρύσιν τῶν θαυμάτων, καὶ τῶν πιστῶν ἀντιλήπτορα μέγιστον, συνελθόντες ὦ φιλέορτοι, ἀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· Χαίροις ὁ τῶν Μυρέων φρουρός, καὶ πρόεδρος σεπτός, καὶ στῦλος ἀπερίτρεπτος. Χαίροις φωστὴρ παμφαέστατε, ὁ τὰ τοῦ κόσμου πέρατα, διαλάμπων τοῖς θαύμασι. Χαίροις τῶν θλιβομένων ἡ θεία χαρμοσύνη, καὶ ἀδικουμένων θερμότατος προστάτης. Καὶ νῦν παμμάκαρ Νικόλαε, μὴ παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἀεί, τὴν χαρμόσυνον καὶ πανέορτον μνήμην σου.
Καὶ νῦν. Προεόρτιον. Ἦχος ὁ αὐτός.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
(Ζήτει τῇ στ´ Δεκεμβρίου, τοῦ Ἁγίου Νικολάου Μύρων).
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(ι´ 6-7, γ´ 13-16, η´ ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου· ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(ι´ 31-32, ια´ 1-12).
Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ᾿ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α´.
Ἐνατενίσας ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς διδαχαῖς κόσμον κατεπλούτισας, Πάτερ. Ὑπὲρ ἡμῶν ἀεὶ Χριστὸν δυσώπει, Ἱεράρχα Νικόλαε.
Ὁ αὐτός.
Ἄνθρωπε τοῦ Θεοῦ καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών· ὡς θεῖον γὰρ θησαυρὸν σε, ἡ τῶν Μυρέων Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.
Ἦχος β´.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἀνέδειξε σε τῇ ποίμνῃ σου Χριστὸς ὁ Θεός, Ἱεράρχα Νικόλαε· ἐν γὰρ τοῖς Μύροις μυρίζων, διαλάμπεις φαιδρῶς τοῖς θείοις σου κατορθώμασιν, ὀρφανῶν καὶ χηρῶν προστάτα· διὸ ἱκετεύων μὴ παύσῃ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτός.
Πάτερ Νικόλαε, ἡ μυροθήκη τῶν λειψάνων σου, τὰ Μύρα πολιουχεῖ· διὸ καὶ δεσμίους, ἀκρίτως κατακριθέντας, ἐν ὀνείρῳ Βασιλεῖ τῇ ὀπτασίᾳ σου φανείς, ἠλευθέρωσας θανάτου, δεσμῶν καὶ φυλακῆς· ἀλλὰ καὶ νῦν, ὡς τότε, καὶ ἀεί, δι᾿ ὀπτασίας σου φάνηθι, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτός.
Πάτερ Νικόλαε, εἰ καὶ τὰ Μύρα σιωπᾷ, ἀλλ᾿ ὁ κόσμος ὅλος, ὁ ὑπὸ σοῦ φωτισθείς, καὶ ἡ τοῦ Μύρου εὐωδία, καὶ τῶν θαυμάτων τὰ πλήθη, ἀνακράζει εὐφήμοις ὑμνῳδίαις, καὶ οἱ σωθέντες διὰ σοῦ κατάκριτοι. Σὺν τοῖς ἐν Μύροις καὶ ἡμεῖς μέλποντες βοῶμεν· Πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ´.
Πάτερ Νικόλαε, τοῦ παναγίου Πνεύματος μυροθήκη ὑπάρχων, ὡς ἔαρ μυρίζεις εὐφρόσυνον, τῶν θείων ἀρωμάτων Χριστοῦ· τῶν Ἀποστόλων γὰρ μιμητής γενόμενος, τὴν οἰκουμένην περιπολεύεις, διὰ τῶν λόγων τῶν θαυμάτων σου. Ὅθεν καὶ τοῖς πόῤῥω ὡς ἐγγύς, δι᾿ ὀνείρων ὀπτανόμενος, ἐκ θανάτου λυτροῦσαι, τοὺς ἀδίκῳ ψήφῳ θνῄσκειν μέλλοντας, διασῴζων παραδόξως, ἐκ κινδύνων πολλῶν, τοὺς ἐπικαλουμένους σε. Διὸ καὶ ἡμᾶς τῶν ἐπεμβαινόντων δυσχερῶν, ἐλευθέρωσον σαῖς πρεσβείαις, τοὺς ἀεὶ ἀνευφημοῦντάς σε.
Ἦχος πλ. β´.
Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ· εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς ἡμέρας ἐβάστασας· σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ ἐλθοῦσιν οὐκ ἐφθόνησας. Διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Ἅγιε Νικόλαε.
Ἦχος πλ. δ´.
Εἰς αἶνον ἔδραμες τοῦ Κυρίου Νικόλαε, ἐν τῇ προσκαίρῳ ζωῇ, καὶ αὐτός σε ἐδόξασεν ἐν ἐπουρανίῳ, καὶ ὄντως ζωῇ. Διὸ παῤῥησίαν κεκτημένος πρὸς αὐτόν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. δ´.
Τῶν ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας· τίς γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε; τὴν πρὸς τοὺς πένητας ἱλαρότητα; θλιβομένων τὸ συμπαθές; πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα Νικόλαε, καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ᾿ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα· διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α´.
Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ ἱερὰ κεφαλή· τὸ καθαρὸν τῶν ἀρετῶν καταγώγιον· ὁ θεῖος τῆς θειοτάτης, ἱερωσύνης κανών· ὁ Ποιμὴν ὁ μέγας, ὁ φανότατος· πυρσὸς ὁ τῆς νίκης, ἐπιφερόμενος ὄνομα· ὁ δεομένοις, συμπαθῶς ἐπικλώμενος· ὁ καμπτόμενος, ἀσθενῶν ταῖς δεήσεσι· ῥύστης ὁ ἑτοιμότατος· φρουρὸς ὁ σωτήριος, πᾶσι τοῖς πίστει τελοῦσι, τὴν παναοίδιμον μνήμην σου. Χριστὸν καταπέμψαι, παμμακάριστε δυσώπει, τὸ μέγα ἔλεος.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις ὁ ἱερώτατος νοῦς· τὸ τῆς Τριάδος καθαρὸν ἐνδιαίτημα· ὁ στῦλος τῆς Ἐκκλησίας· ὁ τῶν πιστῶν στηριγμός· καταπονουμένων ἡ βοήθεια· ἀστήρ, ὁ ταῖς λάμψεσιν, εὐπροσδέκτων δεήσεων, διασκεδάζων, πειρασμῶν τε καὶ θλίψεων, σκότος πάντοτε, Ἱεράρχα Νικόλαε· ὅρμος ὁ γαληνότατος, ἐν ᾧ καταφεύγοντες, οἱ τρικυμίαις τοῦ βίου περιστατούμενοι σῴζονται. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Χαίροις ὁ ζήλου θείου πλησθείς, ἀπαγωγῆς τε πονηρὰς λυτρωσάμενος, ἀδίκως μέλλοντας θνῄσκειν, ἐπιστασίᾳ φρικτῇ, καὶ ταῖς δι᾿ ὀνείρων προσφοιτήσεσι. Πηγὴ ἡ πηγάζουσα, ἐν τοῖς Μύροις Νικόλαε, μύρα πλουσίως, καὶ ψυχὰς καταρδεύουσα, τὰ δυσώδη τε τῶν παθῶν ἀπελαύνουσα· μάχαιρα τὰ ζιζάνια, τῆς πλάνης ἐκτέμνουσα· πτύον λικμίζον Ἀρείου, τὰ ἀχυρώδη διδάγματα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει, τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. β´.
Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, λειτουργὲ Κυρίου, ἄνερ ἐπιθυμιῶν, σκεῦος ἐκλογῆς, στῦλε καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, Βασιλείας κληρονόμε, μὴ παρασιωπήσῃς, τοῦ βοᾶν ὑπὲρ ἡμῶν τὸν Κύριον.
Καὶ νῦν. Προεόρτιον, ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε, πόθεν ἥκεις; τίς ὁ τεκών σε; τίς καὶ ἡ Μήτηρ σου; πῶς τὸν Κτίστην φέρεις ἐν ἀγκάλαις; πῶς οὐκ ἐφθάρης τὴν νηδύν; μεγάλων παραδόξων ἐπὶ γῆς τελουμένων, ὁρῶμεν Παναγία, καὶ προευτρεπίζομεν ἐπάξιόν σοι χρέος, ἐκ τῆς γῆς τὸ Σπήλαιον· καὶ οὐρανὸν αἰτοῦμεν, παρασχεῖν τὸν Ἀστέρα· καὶ Μάγοι δὲ προέρχονται, ἀπὸ Ἀνατολῶν τῆς γῆς, εἰς δυσμὰς θεάσασθαι, τὴν σωτηρίαν τῶν βροτῶν, ὡς βρέφος γαλουχούμενον.
Ἀπολυτίκιον. Ἦχος δ´.
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας Διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικόλαε· πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Τὸ ἀπ᾿ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος· δι᾿ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις.

Ταις πρεσβείες του Αγίου, Κύριε Ελέησον!!!




Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 5 και 0 επισκέπτες

cron