Ακολουθία Οσίου Ιακώβου Τσαλίκη (22 Νοεμβρίου)

Κείμενα και αρχεία ήχου και εικόνας των Ακολουθιών - Κανόνων των Μεγάλων Εορτών και του εορτασμού της μνήμης των Αγίων.

Συντονιστές: Anastasios68, Νίκος, johnge

Άβαταρ μέλους
Νίκος
Διαχειριστής
Δημοσιεύσεις: 6863
Εγγραφή: Παρ Ιούλ 27, 2012 11:05 am
Τοποθεσία: Κοζάνη

Ακολουθία Οσίου Ιακώβου Τσαλίκη (22 Νοεμβρίου)

Δημοσίευσηαπό Νίκος » Τετ Νοέμ 29, 2017 12:27 pm

Ακολουθία Οσίου Ιακώβου Τσαλίκη (22 Νοεμβρίου)
Ισιδώρας μοναχής - Μητροπολίτου Ιωήλ

Εικόνα

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ
ΠΑΤΡΟΣ ΗΜΩΝ
ΙΑΚΩΒΟΥ, ΚΑΘΗΓΟΥΜΕΝΟΥ
ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΟΣΙΟΥ ΔΑΒΙΔ
ΤΟΥ ΕΝ ΕΥΒΟΙᾼ


Ψαλλοµένη τῇ κβ΄ Νοεµβρίου


Ποίηµα Ἰσιδώρας, µοναχῆς ἐν τῇ ἱερᾷ µονῇ Ἁγίου
Ἰωάννου τοῦ Προδρόµου Μακρυνοῦ,
µετὰ προσθηκῶν ἐξ ἑτέρας ἀκολουθίας,
ποιηθεῖσης ὑπὸ Ἰωήλ, µητροπολίτου Ἐδέσσης

ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΜΟΡΦΟΥ, 2017

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶµεν στίχους δ΄ καὶ ψάλλοµεν στιχηρὰ προσόµοια τοῦ
ἁγίου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγµάτων.
Φωταγωγὸν θεοφόρον, ἀνευφηµήσωµεν, ἐν ταπεινώσει θείᾳ, ἐνδυθέντα ἀῤῥήτως,
τοῦ κτίστου εὐσπλαγχνίαν τρισσοφαῆ, καὶ ἀγάπης τὴν κένωσιν, τῆς θεαυγοῦς Ἰωνίας
δένδρον τερπνόν, τὸν λαµπρότατον Ἰάκωβον.

Τελειοτάτῃ πτωχείᾳ, καὶ καθαρότητι, τῆς ἱερᾶς σου µάµµης, καὶ µητρὸς προσεδέξω,
τὴν δρόσον εὐλαβείας καὶ θεαυγές, ὡσεὶ κρίνον ἐξήνθησας, ἐν τῇ Φαράκλᾳ Εὐβοίας
ἀσκητικῶς, θεοδόξαστε Ἰάκωβε.

Στεφανωθεὶς τῇ σοφίᾳ, τοῦ Λόγου ἔνδοξε, θαυµατουργὸς ἐδείχθης, παιδιόθεν
παµµάκαρ, νέµων ἰαµάτων τὰς δωρεάς, ἐν πολλαῖς παρακλήσεσιν, ἐν ἀγρυπνίαις,
νηστείαις καὶ προσευχαῖς, θεοβράβευτε Ἰάκωβε.

Εἰς παµφαῆ χοραρχίαν, εἰσδύσας πάνσοφε, ἐρατεινὴν τὴν χάριν, προσελάβου
εὐφρόνως, ἁγίων ἀπολαύων ὄλβου λαµπροῦ, καὶ µετέχων ἐν Πνεύµατι, Παρασκευῆς
ἀθληφόρου τῇ χαρµονῇ, καὶ ἀγγέλων ταῖς ἐλλάµψεσι.

Δόξα. Ἦχος πλ. β΄.
Ἀνυµνήσωµεν χαίροντες, τῆς Εὐβοίας τὸν ἀνάργυρον ἰάτορα ἀναβοῶντες· Χαίροις,
ὁ τὴν στοργὴν τοῦ Πνεύµατος, δωρούµενος τῇ Ἐκκλησίᾳ. Χαίροις, ὁ διανέµων
φωτισµόν, πρὸ τοῦ λαβεῖν τὴν χάριν τῆς ἱερωσύνης· καὶ γὰρ ἐνοικήσας, ἐν σοὶ ὁ
Παράκλητος, ἐκ δυνάµεως εἰς δύναµιν ἐκράτυνέ σε, ποιεῖν καὶ πράττειν θαυµάσια.
Διὸ ἐν οἰκειότητι, τοῖς ὁµοψύχοις σου ἁγίοις, τὰς ἐντεύξεις ποιούµενος, καὶ τὸν ὅσιον
Δαβίδ, ἐν πίστει προστάσσων, Ἰάκωβε θεσπέσιε, ἀεὶ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν
ἡµῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Λέοντος Μαΐστορος.
Σήµερον τῷ ναῷ προσάγεται, ἡ πανάµωµος Παρθένος, εἰς κατοικητήριον τοῦ
παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡµῶν τροφοῦ. Σήµερον τὸ καθαρώτατον
ἁγίασµα, ὡς τριετίζουσα δάµαλις, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοή-
σωµεν, ὡς ὁ ἄγγελος· Χαῖρε, µόνη ἐν γυναιξὶν εὐλογηµένη.
Εἰς τὸν στίχον, στιχηρὰ προσόµοια.

Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Λάµπεις χαρµονικῶς, Ἰάκωβε θεόφρον, εὐφραίνων Ἐκκλησίαν· καὶ γὰρ συλλει-
τουργοῦντα, ἀγγέλοις ὤφθης ὅσιε.

Στίχ. Τίµιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίρουσι γενεαί, ἑπτάριθµοι σεπτῶν σου, προγόνων ἱερέων, εὑροῦσαί σε συµµύ-
στην, εἰς δεῖπνον ἐπουράνιον.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούµενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Ἔσχες µυσταγωγόν, καὶ θεῖον ἰατῆρα, τὸν µέγαν Χαραλάµπη, δι’ οὗ ταῖς ἐπιτόκοις,
παρεῖχες ἀντιλήψεις σου.

Δόξα. Τριαδικόν.
Ηὔφρανας µυστουργέ, µεθέξει σου τριφώτῳ, Τριάδα ἐν µονάδι, Πατέρα σὺν Υἱῷ τε,
καὶ Πνεῦµα τὸ πανάγιον.

Καὶ νῦν. Θεοτοκίον.
Εἵλκυσας φαεινῶς, πανάχραντε Παρθένε, εἰς κῆπον Ἐκκλησίας, ποιµαίνειν ἐν τοῖς
κρίνοις, Ἰάκωβον τὸν ἔνθεον.

Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὰ ἀπολυτίκια ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ
ἀπόλυσις.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Στιχολογοῦµεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱ-
στῶµεν στίχους Ϛ΄ καὶ ψάλλοµεν στιχηρὰ προσόµοια τοῦ ἁγίου.

Ἦχος α΄. Τῶν οὐρανίων ταγµάτων.
Ἰωὴλ Ἐδέσσης.
Τοῦ Λιβισίου τὸν γόνον, σεµνὸν Ἰάκωβον, τὸν ὕστερον ἐν µάνδρᾳ, τοῦ Δαβὶδ
προεστῶτα, πρεσβύτερον ὁµοῦ τε καὶ µοναχόν, ἐπαινέσωµεν ἅπαντες, ὥσπερ γὰρ
ἄγγελος ὤφθη ἐπὶ τῆς γῆς, τοῦ Κυρίου παντοκράτορος.

Τὴν θαυµαστὴν βιοτήν σου, πάτερ Ἰάκωβε, ἐν τῇ σεπτῇ µονῇ σου, τῶν ἀγγέλων ὁ
δῆµος, ἐθαύµασε καὶ ὕµνησε τὸν Χριστόν, τὸν πλουσίως κοσµήσαντα, σὲ τὸν
φιλόθεον ἄνδρα ταῖς ἀρεταῖς, καὶ χαρίσµασι τοῦ Πνεύµατος.

Βλαστὲ σεπτῆς Θεοδώρας, πάτερ Ἰάκωβε, ταύτην ἐκτήσω πρώτην, ὁδηγὸν πρὸς τὰ
κρείττω, νηστείαις, ἀγρυπνίαις καὶ προσευχαῖς, καὶ ἠθῶν τελειότητι· ὅθεν ἐδέξω
χαρίσµατα ἐκ Θεοῦ, µιµησάµενος τὸν βίον αὐτῆς.

Προσόµοια ἕτερα.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέµενοι.
Ἰσιδώρας µοναχῆς.
Ῥίζας τὰς ἁγίας σου, ὑπεραξίως τιµήσας, ἔφερες χρηστότητος, ἔνδυµα ἐρίχρυσον, ἐκ
νεότητος· διαυγῶς κέκτησαι, ὅθεν ἐν πτωχείᾳ, καθαρότητος θησαύρισµα, πίστει
αὐξόµενος, πλήρει τε νηστείᾳ τρεφόµενος, καὶ πᾶσι µεριζόµενος, σπλάγχνοις
οἰκτιρµῶν καὶ ἁπλότητι. Διὸ Θεοτόκου, ἐφείλκυσας ἰάτειραν στοργήν, καὶ τῶν ἀύλων,
Ἰάκωβε, σεπτὴν οἰκειότητα.

Χάριτι εὐθύτητος, προκαθαρθεὶς ἐλεῆµον, ἐν παννύχοις στάσεσιν, ἔθραυσας τὰ
ἔνεδρα, τοῦ ἀλάστορος. Ἱερῶς ἔφερες, ὅθεν τοῦ Κυρίου, τὰς ὑψώσεις ἐν τῷ λάρυγγι,
καὶ ἀνυπόδητος, ὥσπερ Μωυσῆς ἐµεγάλυνας, µυστήριον ἀπόῤῥητον, τῆς οἰκονοµίας,
Ἰάκωβε, φλεγόµενος πίστει, καὶ ἔρωτι Τριάδος µυστικῷ, ὁ µηδαµῶς ἐκκαιόµενος,
πυρὶ τῆς οἰήσεως.

Μένων ἀδιάφθορος, ταῖς ἡδοναῖς τῆς ἀπάτης, ἔφθασας εἰς ἄληκτον, ὅρασιν θε-
σπέσιε, τῆς λαµπρότητος, ἱλαρᾶς πόλεως· ὅθεν τὰς σκηνώσεις, τῶν ἁγίων ἐθεώρησας,
ἐνισχυόµενος, θείαις ἀγλαΐαις τοῦ Πνεύµατος, καὶ θέᾳ τῆς θεόπαιδος, ἧς τῇ
ταπεινώσει µετέσχηκας, ἵνα ὑποµείνῃς, ἀνόµων ἐπιθέσεις ἰταµάς, ἀνεξικάκῳ
πρᾳότητι, Ἰάκωβε πάνσοφε.

Δόξα. Ἦχος πλ. α΄.
Πᾶσαν δόξαν κενὴν φεύγων, καὶ ἀγρυπνῶν ὡς ἄσαρκος, λειµῶνα πανευώδη ἐ-
ποίησας τὴν καρδίαν σου, ἐν χαρᾷ θεοῤῥύτῳ. Καὶ γὰρ τῶν συκοφαντῶν, ὑποµένων
τὰς ἐφόδους ἐν εὐχαριστίᾳ, ἠδάφισας τοῦ Βελίαρ τὰς πυργοβάρεις, καὶ κοινωνὸς
γέγονας θεϊκῆς φύσεως. Ὅθεν τῶν βροτῶν, τὴν πικρότητα ἐγλύκανας, Δαβὶδ τοῦ
κλεινοῦ, ὀφθεὶς συνόµιλος καὶ ὁµοδίαιτος, καὶ Ἰωάννου τοῦ ὁµολογητοῦ, φιλήτωρ
ὁµόψυχος. Διὸ τὴν ἡδίστην καὶ λεπτοτάτην αὔραν, τοῦ Παρακλήτου προσδεχθείς,
Ἰάκωβε θεῖε, καὶ ἡµῶν παρακλήτωρ ἐφάνης, τοῖς βοῶσι· Κύριε δόξα σοι.
[5]

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Λέοντος Μαΐστορος.
Ἐπέλαµψεν ἡµέρα χαρµόσυνος, καὶ ἑορτὴ πανσεβάσµιος. Σήµερον γὰρ ἡ πρὸ τόκου
παρθένος, καὶ µετὰ τόκον παρθένος µείνασα, ἐν τῷ ναῷ προσάγεται· καὶ χαίρει
Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόµου, καὶ βοᾷ γηθοσύνως· Ἤγγικεν ἡ
προσδοκία τῶν θλιβοµένων, ἐν ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶµ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάµαλιν, τὴν ἀµώµητον Δέσποιναν. Μητέρες
συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡµῖν τὴν
οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα παντάνασσα. Χαίρετε, λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείµενον τῆς ἡµέρας καὶ τὰ ἀναγνώσµατα.

Σοφίας Σολοµῶντος τὸ ἀνάγνωσµα.
(Κεφ. γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ µὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀ-
φθαλµοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡµῶν
πορεία σύντριµµα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν,
ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, µεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίµασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωµα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς ἀναλάµψουσι καὶ ὡς σπινθῆρες ἐν καλάµῃ διαδραµοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.
Οἱ πεποιθότες ἐπ᾿ αὐτὸν συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσµενοῦσιν
αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολοµῶντος τὸ ἀνάγνωσµα.
(Κεφ. ε΄, 15-Ϛ΄, 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ µισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδηµα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄµυναν
ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·
λήψεται ἀσπίδα ἀκαταµάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότοµον ὀργὴν εἰς ῥοµφαίαν,
συνεκπολεµήσει δὲ αὐτῷ ὁ κόσµος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ
πετροβόλου θυµοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης, ποταµοὶ δὲ συγκλύσουσιν ἀποτόµως. Ἀντιστήσεται αὐτοῖς πνεῦµα
δυνάµεως καὶ ὡς λαῖλαψ ἐκλικµήσει αὐτούς· καὶ ἐρηµώσει πᾶσαν τὴν γῆν ἀνοµία καὶ
ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε·
µάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωµένοι
ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑµῖν καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.

Σοφίας Σολοµῶντος τὸ ἀνάγνωσµα.
(Κεφ. δ΄, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίµιον οὐ τὸ πο-
λυχρόνιον, οὐδὲ ἀριθµῷ ἐτῶν µεµέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόµενος ἠγαπήθη, καὶ ζῶν µεταξὺ
ἁµαρτωλῶν µετετέθη. Ἡρπάγη, µὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀµαυροῖ τὰ καλά, καὶ ῥεµβασµὸς ἐπιθυµίας
µεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους µακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ µέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ µὴ νοήσαντες, µηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος ἐν
τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν λιτήν, ἰδιόµελα.
Ἦχος α΄.
Ὀχυρούµενος τῶν ἀύλων τῇ στραταρχίᾳ, ἐκτήσω ἀντιλήπτορας φαεινούς, ἐνισχύοντάς
σε εἰς ὁδοὺς σκληράς. Ὅθεν τὸν ἱεροµάρτυρα Χαραλάµπην, τὸν τροπαιοῦχον Γεώργιον,
καὶ τὴν ὁσιοµάρτυρα Παρασκευήν, προσδέδεξαι συνεκδήµους καὶ ἰάτορας, ἐν ταῖς
ἐµπόνοις ἀριστείαις σου. Κοινωνὸς τοίνυν ὀφθείς, τῆς ἐπουρανίου ἱεραρχίας, τὸν
τρισάγιον ὕµνον συνέψαλες, τῷ ἁγίῳ Νεκταρίῳ. Καὶ νῦν πρέσβευε, Ἰάκωβε ἀοίδιµε,
ὑπὲρ τῶν πιστῶς ἀνυµνούντων σε.

Ἦχος β΄.
Ἰχνηλατῶν νοµίµως, τὸν ἀσκητικὸν δίαυλον, ἀγλαῶς ἐφαίδρυνας, τὴν ἱερὰν µονὴν τοῦ
θεοφόρου Δαβίδ, ὅνπερ ἀξίως ἐπλούτησας, ἀµύντορα καὶ συνέστιον. Ὅθεν τοῦτον
τεθέασαι, ταῖς σαῖς ἐντεύξεσι παριστάµενον, τὴν θύραν ἀνοίγοντά σοι εὐγενῶς, καὶ ἐν τῷ
αὐτοῦ σπηλαίῳ, εὐηράτως σε ξενίζοντα. Καὶ γὰρ ἀστέρα καθοδηγόν, προστάξας Χριστὸς
ὁ Θεός, ἐν νυκτὶ φωταγωγεῖν σοι, ὡραίως σε ἐτίµησε, τὸν τιµῶντα ἀφράστως, Τριάδα
ὁµοούσιον.

Ἦχος γ΄.
Ὁµιλῶν εἰς τὸ οὖς Δαβὶδ τοῦ φιλοῦντός σε, καὶ τούτου τῇ χάριτι σκεπόµενος, ἄ-
βροχος ἔµεινας, κάτωθεν ὑετοῦ βαδίζων, θεσπέσιε. Τῇ ἀγάπῃ καὶ γὰρ τοῦ λαοῦ,
ποιµαντικῶς ἐκκαιόµενος, ἐν µέσῳ παγετῶν, δι’ ἡµιόνου τὰς πορείας ἐποίου, παριδὼν
τῆς σαρκὸς τὴν ἀσθένειαν. Διὰ πλείστους τοίνυν ναοὺς µεριµνῶν, θερµῶς παρὰ
Κυρίου ἐξεζήτησας, ἐλαίου προµήθειαν. Ὅθεν τὸ ὑπερχειλίζον δοχεῖον ἐνέφηνε, τῆς
ἐνθέου εὐχῆς σου τὴν δύναµιν. Διὸ ἡµᾶς εὐλόγησον, προσκυνοῦντας ἐν πίστει, τὴν
τιµίαν εἰκόνα σου, θεόγνωστε Ἰάκωβε.

Ἦχος δ΄.
Τῷ λόγῳ σου ὑποτάσσων, τὰς ἐξουσίας τοῦ σκότους, καὶ τούτων τὴν ἰσχὺν κατα-
λύων, τῷ σηµείῳ τοῦ Σταυροῦ, ἀµετρήτων σκορπίων ὁρµησάντων σοι, κατέπαυσας τὴν
ἔφοδον. Καὶ γὰρ παραδούς, τὸ σὸν θέληµα τῷ Κυρίῳ, ἔσχηκας τὸν Θεὸν ὑπακούοντά
σοι, τὴν δόξαν τούτου ἀπολαύων κηρύττοντος· «Τοὺς δοξάζοντάς µε δοξάσω». Διό,
πάτερ Ἰάκωβε, πάντας τοὺς ὑµνητάς σου ἐνίσχυσον, ἐν ὁµονοίᾳ λατρεύειν, Χριστὸν
τὸν Θεὸν εἰς τοὺς αἰῶνας.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐν ταῖς ἱερουργίαις σου, ὑπὲρ τὸ ἔδαφος αἰρόµενος, καὶ ἀγγελοπρεπῶς ἀνυµνῶν τὸν
ζωοδότην, πτέρυγας ἀγγελικὰς ἔγνωκας, κροτούσας τοῖς ὤµοις σου. Διὸ ἀνεγεῖραι
θέλων, ναὸν τῶν ταξιαρχῶν, τὸν πάµφωτον Μιχαὴλ ἔσχηκας, δι’ ἅπασαν ἀνάγκην,
προµηθέα πανόλβιον. Καὶ γὰρ ἐφάνης θεόληπτος, ὡς ταπεινὸς τῇ καρδίᾳ, θεωρῶν τὰς
ψυχάς, δι’ ἃς τὰ τίµια δῶρα προσεκόµιζες. Ὅθεν δεόµεθα, πανεύφηµε Ἰάκωβε, γενοῦ
ἡµῶν ἀντιλήπτωρ, ἐν τῇ ὥρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Γεωργίου Νικοµηδείας.
Σήµερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν ναῷ Κυρίου προσάγεται, καὶ Ζαχαρίας
ταύτην ὑποδέχεται. Σήµερον τὰ τῶν ἁγίων ἅγια ἀγάλλονται, καὶ ὁ χορὸς τῶν ἀγγέλων,
µυστικῶς πανηγυρίζει· µεθ᾿ ὧν καὶ ἡµεῖς ἑορτάζοντες σήµερον, σὺν τῷ Γαβριὴλ
ἐκβοήσωµεν· Χαῖρε, Κεχαριτωµένη, ὁ Κύριος µετὰ σοῦ, ὁ ἔχων τὸ µέγα ἔλεος.

Εἰς τὸν στίχον, στιχηρὰ προσόµοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις, καθαροτάτῳ νοΐ, συλλειτουργῶν ταῖς παµφαέσι δυνάµεσι, καὶ νέµων τῆς
ἀφθαρσίας, τὸ εἰρηνόδωρον φῶς, καὶ τοῦ ἀναστάντος, τὰ χαρίσµατα. Διὸ εἰς τὰ ἅγια,
τῶν ἁγίων εἰσέδυσας, ἐν εὐφροσύνῃ, θεωρῶν τὰ ἀπόῤῥητα, καὶ τοῖς κάλλεσι,
Χερουβεὶµ εὐφραινόµενος. Ὅθεν κλυτὲ Ἰάκωβε, Δαβὶδ ὁµοδίαιτον, καὶ ἐραστὸν
Ἰωάννην, ἀκαταλήκτως ἐξέπληττες, τοῦ Λόγου µεθέξει, προσλαβὼν τὴν ἐξουσίαν,
ἁπάσης κτίσεως.

Στίχ. Τίµιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Χαίροις, ὁ ἐν τῇ ῥίζῃ Σταυροῦ, ἀναβλαστήσας ὡσεὶ δένδρον κατάκαρπον, καὶ πόθῳ
τοῦ βασιλέως, ἐν κατανύξει ψυχῆς, ἔλαιον ἐκβλύσας τῆς χρηστότητος. Καὶ γὰρ ἡ
καρδία σου, συνεθλίβη, Ἰάκωβε, ὥσπερ ἐλαία, ὅτε πεῖναν ἠλόγησας, συµπαθέστατε,
τῶν πενήτων συγγόνων σου. Ὅθεν καὶ κατηξίωσαι, πληθύνειν θεόφωτε, τῇ προσευχῇ
σου τοὺς ἄρτους, ἵνα ἐκθρέψῃς τοὺς κάµνοντας. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς
ἡµῶν δοθῆναι, τὸ µέγα ἔλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούµενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Χαίροις, ὁ ἐνδυθεὶς εὐκλεῶς, τοῦ Παρακλήτου τὴν ἀπόῤῥητον δύναµιν, καὶ πά-
ντιµον ξυνωρίδα, εἰς χειρουργίαν τὴν σήν, πόθῳ προσκαλέσας, ἱερώτατε, Δαβὶδ τὸν
θεσπέσιον, καὶ τερπνὸν Ἰωάννην σου, οἳ προδραµόντες, σοὶ παρίσταντο κάθιδροι, ὡς
ἀκέστορες, καὶ σεπτοί σου θεράποντες. Χαίροις, τῆς θεοµήτορος, ἑλκύσας τὴν
εὔνοιαν, καὶ γεγονὼς ἑστιάτωρ, εἰς πανδαισίαν αἰώνιον, Ἰάκωβε θεῖε, ᾗ ἱκέτευε
µετέχειν, τοὺς σὲ γεραίροντας.

Δόξα. Ἦχος πλ. δ΄.
Ἑορτάσωµεν ἀγαλλόµενοι, τὰ εἰσόδια τοῦ φωταυγοῦς Ἰακώβου, τοῦ ἀγγέλου τῆς
Εὐβοίας, καὶ θεοδωρήτου ἡµῶν ἀντιλήπτορος. Καὶ γὰρ σήµερον, ἡ ἀπείρανδρος
Δέσποινα, τοῦτον ὡς ἠγαπηµένον συνεισήγαγεν, εἰς παστάδα αἰώνιον. Διὸ βοήσωµεν·
Χαίροις, ὅσιε, τῆς Τριάδος κατάλυµα, ὁ προστάσσων τοὺς ἁγίους ἐν χρηστότητι.
Χαίροις, ὁ κτησάµενος ἐν ὀδύνῃ τῆς κενώσεως, τῶν ἀποκρύφων τὴν γνῶσιν, καὶ
ἐπιστάµενος τῶν χρόνων τὴν ἔκβασιν. Εὐλόγησον ἡµᾶς, παναοίδιµε, δεόµεθα.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Ὁ Δαβὶδ προανεφώνει σοι, ἄχραντε, προορῶν τὴν ἀφιέρωσιν, τῆς εἰσόδου σου ἐν
τῷ ναῷ, ἐν ᾗ τὰ πέρατα σήµερον ἑορτάζοντα, δοξολογοῦσί σε, πανύµνητε. Τὴν γὰρ
πρὸ τόκου παρθένον, καὶ µετὰ τόκον µείνασαν ἄφθορον, Μῆτερ τοῦ Λόγου τῆς ζωῆς,
σήµερον ἐν τῷ ναῷ εἰσερχοµένην, ὁ Ζαχαρίας εὐφραίνεται, ἀπολαβών σε, Δέσποινα,
καὶ τὰ ἅγια τῶν ἁγίων ἀγάλλονται, ὑποδεξάµενά σε τὴν τροφὸν τῆς ζωῆς ἡµῶν. Διὸ
καὶ ἡµεῖς ἐν ᾠδαῖς ἐκβοῶµέν σοι· Ὑπὲρ ἡµῶν δυσώπησον, τὸν Υἱόν σου καὶ Θεὸν
ἡµῶν, δωρηθῆναι ἡµῖν τὸ µέγα ἔλεος.

Τὸ Νῦν ἀπολύεις, τὸ τρισάγιον καὶ τὰ ἑξῆς.

Ἀπολυτίκια.
Ἦχος α΄. Τῆς ἐρήµου πολίτης.
Λαµπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, κα-
ταυγάσας τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείµ, ὡράθης Ἐκκλησίας
χαρµονή, σὺν Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάµατα.

Δόξα. Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἰωὴλ Ἐδέσσης.
Τῶν ὁσίων πατέρων τὰ κατορθώµατα, ἐν ἐσχάτοις τοῖς χρόνοις, ζηλώσας ἅγιε,
ἀνεδείχθης µιµητὴς τούτων Ἰάκωβε, ἐν τῇ µάνδρᾳ τοῦ Δαβίδ, τοῦ προστάτου σου
σεµνέ, ποιµάνας ταύτην ἐνθέως· διὸ σὺν τούτῳ µὴ παύσῃ, ὑπὲρ ἡµῶν ἀεὶ δεόµενος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Σήµερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίµιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ
προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς
πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡµεῖς µεγαλοφώνως βοήσωµεν· Χαῖρε, τῆς οἰ-
κονοµίας τοῦ κτίστου ἡ ἐκπλήρωσις.

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισµα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν µοναῖς εὐωχηθείς, ἔνθα ἡ πέτρα τῆς ζωῆς, εὐχαριστίας ἱλαρά, ὤφθης πηγὴ
θεοπρεπής, ἀναβλυστάνων χαρίσµατα ἰαµάτων. Θεῑον γὰρ Δαβίδ, ἔχων συνόµιλον,
ἔθραυσας σατάν, τὰ µηχανήµατα. Τῆς Θεοτόκου διόπερ ἀπήλαυσας, τὰς ἀντιλήψεις
θεότιµε, πιστοῖς παρέχων, πταισµάτων λύσιν, παντελεῆµον Ἰάκωβε.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς. Ὅµοιον.
Πρὸ συλλήψεως, ἁγνή, καθηγιάσθης τῷ Θεῷ· καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προ-
σήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ ναῷ, ὡς θεῖος
ὄντως ναός, ἐκ βρέφους καθαρῶς, µετὰ λαµπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης
δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, µόνη Θε-
όνυµφε καὶ ἀειπάρθενε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισµα.
Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Χειρί σου εὐαγεῖ, ἐν ἡµέρᾳ ἐξόδου, ηὐλόγησας σεπτῶς, τὴν ἁγίαν σου ποίµνην,
δεικνὺς τῆς θεώσεως, ἀπειρόφωτον εὔκλειαν· ὅθεν σήµερον, ὑµνολογοῦµεν ἀξίως,
τῶν καµάτων σου, τὴν θεοδώρητον χάριν, Ἰάκωβε ἔνδοξε.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς. Ὅµοιον.
Δικαίων ὁ καρπός, Ἰωακεὶµ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡµῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην
ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς µακαρίσωµεν.

Μετὰ τὸν πολυέλεον, κάθισµα.
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Θησαυρίζων πενίαν θεοτερπῆ, τῶν ἀγγέλων ἐπέγνως τὴν χαρµονήν, τὰς ὕβρεις
δεχόµενος, ὡσεὶ ὄλβον πολύτιµον· καὶ γὰρ ζηλώσας τοῦ κτίστου, τρυφὴν τῆς κε-
νώσεως, τοῦ δολίου τὰς πάγας, εὐτόνως συνέτριψας. Ὅθεν θεηγόρε, τῶν δαιµόνων
ἐκφεύγεις, τὴν ῥύµην Ἰάκωβε, παντευχίᾳ τῇ κρείττονι, Χαραλάµπους θεόφρονος.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισµάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς
εὐφηµοῦσι, τὴν πάντιµον µνήµην σου.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν µυστικῶς.
Ἀγαλλιάσθω ὁ Δαβὶδ ὁ ὑµνογράφος, καὶ χορευέτω Ἰωακεὶµ σὺν τῇ Ἄννῃ, ὅτι γόνος
ἅγιος ἐξ αὐτῶν προῆλθε, Μαρία ἡ φωτοφόρος θεία λαµπάς· καὶ χαίρει εἰσερχοµένη ἐν
τῷ ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε,
θαῦµα παγκόσµιον.

Τὸ α΄ ἀντίφωνον τῶν ἀναβαθµῶν τοῦ δ΄ ἤχου.
Προκείµενον. Ἦχος δ΄.
Τίµιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (Τρίς).
Στίχ. α΄· Τί ἀνταποδώσωµεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡµῖν;
Στίχ. β΄· Σὺ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόµατι Κυρίου ἐπικαλέσοµαι.

Τὸ Πᾶσα πνοὴ καὶ τὸ Εὐαγγέλιον· Ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ. (Ζήτει ἐν τῷ
Ὄρθρῳ τῆς ε´ Δεκεµβρίου).

Ὁ ν΄ ψαλµός.

Δόξα· Ταῖς τοῦ σοῦ ὁσίου…
Καὶ νῦν· Ταῖς τῆς Θεοτόκου…
Στίχ. Ἐλέησόν µε, ὁ Θεός, κατὰ τὸ µέγα ἔλεός σου…
Ἰδιόµελον. Ἦχος πλ. β΄.
Ἐν νηπτικῇ ἡσυχίᾳ καὶ καθαρότητι, ἐνώπιον τοῦ θείου θρόνου γονυπετῶν, πτέρυγας
ἐκτήσω ἀγγελικάς. Χαίρων τοίνυν µετὰ χαιρόντων, καὶ κλαίων µετὰ κλαιόντων,
κῆπος γέγονας ἀρωµάτων θεουργικῶν, εὐωδίαν ἐκχέων, τοῖς ἐγγὺς καὶ τοῖς µακράν.
Ὅθεν, Ἰάκωβε πανάριστε, διανύων τὰς ἀποστάσεις θαυµαστῶς, ὑπερέβης ἐν
Πνεύµατι, καὶ χρόνον καὶ χῶρον. Διὸ ἐν ἡµέρᾳ τῶν Εἰσοδίων, εἰσώδευσας εἰς τὰς
ἐρατεινάς σου µονάς, δωρούµενος ἡµῖν τὸ µέγα ἔλεος.

Ὁ διάκονος τὸ Σῶσον, ὁ Θεός, τὸν λαόν σου…, οἱ χοροὶ τὸ Κύριε, ἐλέησον (ἐκ ιβ΄)
καὶ ὁ ἱερεὺς τὸ Ἐλέει καὶ οἰκτιρµοῖς καὶ φιλανθρωπίᾳ…

Κανόνες, ὁ α΄ τῆς ἑορτῆς µετὰ τῶν εἱρµῶν εἰς Ϛ΄ καὶ οἱ ἑξῆς δύο τοῦ ἁγίου εἰς η΄.
Μεθ᾿ ἑκάστην δὲ ᾠδήν, αἱ καταβασίαι· Χριστὸς γεννᾶται.

Κανὼν α΄ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Τὴν σὴν ποίµνην, ὅσιε Ἰάκωβε, σκέπε. Ἰωήλ.
Ποίηµα Ἰωὴλ Ἐδέσσης.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὰ πάθη τοῦ σώµατος καὶ ψυχῆς, ὡς ἔχων τὴν χάριν, τοῦ Κυρίου σου Ἰησοῦ, Ἰ-
άκωβε πάτερ θεραπεύεις, τῶν ἐκζητούντων τὴν σὴν ὑποστήριξιν.

Ἡ χείρ σου ἰάτρευσε θαυµαστῶς, καθ᾿ ὕπαρ τὸ ὄµµα, ἐν τῇ Κύπρῳ τοῦ ἀσθενοῦς,
συντρίψας ὀφρὺν τοῦ ἀντιδίκου, θεοχαρίτωτε πάτερἸάκωβε.

Νικαίας ποιµένος τῆς κεφαλῆς, αἰµάτωµα πάτερ, διαλύεις ταῖς σαῖς εὐχαῖς, ποιήσας
Σταυροῦ τοῦ ζωηφόρου, τὸ θεῖον σχῆµα, Ἰάκωβε ὅσιε.

Θεοτοκίον.
Σωτῆρα κυήσασα τῶν βροτῶν, γενοῦ µοι ἐν βίῳ, κυβερνῆτις καὶ βοηθός, πανά-
χραντε κόρη Θεοτόκε, διασκεδάζουσα πάθη τὰ ἄτοπα.

Κανὼν β΄ τοῦ ἁγίου, οὗ ἡ ἀκροστιχίς·
Ἰάκωβον ᾄδω, κλέος τοῦ Λόγου. Ἰσιδώρα Μ.
Ποίηµα Ἰσιδώρας µοναχῆς.

Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ἱλαροφώτῳ ἐν φέγγει καταυγασθείς, φαεινὲ Ἰάκωβε, τῆς µεθέξεως Χριστοῦ,
φώτισον νοός µου τὴν ἀχλύν, ἵνα ὕµνον χαριστήριον προσφέρω σοι.

Ἀσκητικῶν ἐξανθήσας ἀπὸ ῥιζῶν, ἱλαρὲ Ἰάκωβε, ὡς ὑάκινθος τερπνός, νέµεις
καθαρότητος πνοάς, Ἐκκλησίαν εὐωδίζων σωφροσύνῃ σου.

Κεκοσµηµένος χρυσίῳ τῶν οἰκτιρµῶν, νηπιόθεν ἔστεργες, τῶν ἀύλων συνδροµῇ,
νόσους θεραπεύειν θαυµαστῶς, διαλύων τῶν δαιµόνων τὰ φρυάγµατα.

Θεοτοκίον.
Ὡραιωθεῖσα, Παρθένε, θεουργικῶς, κρείττονι ἁπλότητι, κατηξίωσαι τεκεῖν, ἄ-
ναρχον τὸν Λόγον τοῦ Πατρός, µορφωθέντα καθ’ ἡµᾶς, δι’ ἀγαθότητα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ ἁγία µονή σου, ὡς θησαυρὸν ἔχουσα, τάφον σου Ἰάκωβε πάτερ, σκιρτᾷ καὶ
γάννυται, ὅτι τοῖς πάσχουσι, παρέχεις χάριν καὶ ἄκος, τοῖς ἐν πίστει ἅγιε, ἀσπα-
ζοµένοις σε.

Νοσηµάτων παντοίων, θαυµατουργὸν γέγονεν, ὅσιε τὸ ἔλαιον ὄντως, τοῦ θείου
τάφου σου, πολλοὺς γὰρ ἔσωσεν, ἐκ σαρκικῶν ἀλγηδόνων, ὥσπερ ἐν τῇ µάνδρᾳ σου,
σεµνὸν µονάζοντα.

Πυρωθεὶς ἐγκαρδίως, ἐξ ἀγαθοῦ ἔρωτος, πρὸς τὸν σὸν Δεσπότην θεόφρον, πᾶσαν
προσπάθειαν, ὅλως ἀπέῤῥιψας, καὶ τὴν ὁδὸν µοναζόντων, ὅσιε Ἰάκωβε, χαίρων
ἐβάδισας.

Θεοτοκίον.
Ὁ ἐχθρός µε πειράζει, τοῖς λογισµοῖς πάντοτε, τῆς ἀπελπισίας, Παρθένε· ἀλλὰ
πρεσβείαις σου, τὰ νέφη σκέδασον, τῶν λυπηρῶν βιοτῆς µου, σὺ γὰρ ὤφθης, πάναγνε,
χαρᾶς τὸ αἴτιον.

Ἕτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Βιώσας, πάτερ, ἐν Χριστῷ, Πνεύµατος εἰσεδέξω, θεϊκὴν εὐσπλαγχνίαν, ἀσπαζό-
µενος σεπτῶς, τῶν πεπτωκότων πληγάς, ὡς τοῦ Λόγου ἔσοπτρον, Ἰάκωβε.

Ὀλβίῳ νῷ προσηλωθείς, ὅσιε εἰς ὑψώσεις, τῶν ἁγίων ἁπάντων, προσεδέχθης
µυστικῶς, Παρασκευῆς εὐκλεοῦς, ἀντιδόσεις, ἄριστε Ἰάκωβε.

Νικῶν παθῶν τὰς προσβολάς, πάντιµε παιδιόθεν, πᾶσαν κτίσιν ἠλέεις, τοῦ Χριστοῦ
ὡς λειτουργός, θεοπρεπῶς παριδών, τῶν ἡδέων ἅπασαν τερπνότητα.

Θεοτοκίον.
Ἀγάπῃ µέλπουσα Χριστῷ, πάναγνε Θεοτόκε, τῶν ᾀσµάτων τὸ ᾆσµα, προσεφώνεις
ἐν χαρᾷ· Ὁ σαρκωθεὶς δι’ ἡµᾶς, τῷ Νεβρῷ ἐλάφων ἐξωµοίωσαι.

Κάθισµα.
Ἦχος γ΄. Θείας πίστεως.
Ὄλβος πέφηνας, θεολογίας, νέµων Πνεύµατος, τὴν φωτουργίαν, τῇ Ἐκκλησίᾳ,
θεόφρον Ἰάκωβε. Καὶ γὰρ καθαίρων ψυχήν σου ἐν δάκρυσι, τῆς συµπαθείας τὰς ῥόας
ἐτρύγησας. Ὅθεν ἅπαντας, ἡµᾶς εὐλαβῶς κατηύφρανας, τῷ νέκταρι ἁγίας σου
ἁπλότητος.

Δόξα, καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαβίδ, τίς ἡ παροῦσα ἑορτή, ἣν ἀνύµνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν
Ψαλµῶν, ὡς θυγατέρα Θεόπαιδα καὶ Παρθένον; Ἀπενεχθήσονται εἰπών, τῷ βασιλεῖ
µυστικῶς, παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς· καὶ θαυµαστὴν ἐργάζου καὶ
παγκόσµιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν· Ἡ Θεοτόκος, ἡµῖν ἐπέστη, τῆς σωτηρίας
ἡ πρόξενος.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἵνα κτήσῃ, Ἰάκωβε, ἀγαθῶν τὸ ἄκρον Χριστὸν τὸν εὔσπλαγχνον, τοῖς δακρύοις σου
ἐλεύκανας, τῆς ψυχῆς χιτῶνα θεοΰφαντον.

Μεµνηµένοι οἱ φίλοι σου, τὰ πολλά σου ἅγιε κατορθώµατα, τὴν νηστείαν καὶ ἐ-
γκράτειαν, καὶ τὴν προσευχὴν ὑµνολογοῦµέν σε.

Νῦν ὁ τάφος σου γέγονε, τῶν ἐνεργουµένων θεραπευτήριον, ταῖς ψυχαῖς πάσαις,
Ἰάκωβε, προσπορίζων, πάτερ, ἀνακούφισιν.

Θεοτοκίον.
Ἡ εἰκών σου, πανάχραντε, ἡ τὸν ζωοδότην Χριστὸν δεικνύουσα, εἰρηνεύει τοὺς ἐκ
πίστεως, σὲ ἀσπαζοµένους, ἀειπάρθενε.

Ἕτερος. Χριστός µου δύναµις.
Δεινοῖς νοσήµασι, κατατρυχόµενος, καὶ ποσὶν ἠλγηκόσιν ὁδοιπορῶν, εὗρες θείαν
ἴασιν, διὰ θεραπείας θαυµαστῆς, τῆς Ξενίας θεοµήτορος.

Ὢθείων στάσεων, τῶν παννυχίων σου, δι’ ὧν χάριν τοῦ Λόγου στεφηφορῶν, εὔ-
κλειαν ἐξέχεας, ἱερουργοῦ πανευλαβοῦς, πρὸ σεπτῆς χειροθεσίας σου.

Κανόνα πίστεως, κλεινὸν εἰδυῖά σε, καὶ εἰκόνα ἀγάπης χριστοειδῆ, µέλπει σου τὴν
ἄθλησιν, ἡ Ἐκκλησία τοῦ Χριστοῦ, θεοδόξαστε Ἰάκωβε.

Θεοτοκίον.
Λοχείαν ἄῤῥητον, ἁγνὴ ὑµνοῦµέν σου, δι’ ἧς ἔλυσας κράτος τοῦ δυσµενοῦς, ᾅδου
θεονύµφευτε, ἀναλλοιώτως τὸν Υἱόν, σωµατώσασα ἐν µήτρᾳ σου.

ᾨδὴ ε΄. Φώτισον ἡµᾶς.
Νόσους τῆς σαρκός, τὰς ποικίλας καθυπέµεινας, ἐκζητῶν τὴν ἰατρείαν τοῦ Δαβίδ,
τοῦ πατρός σου ὁσιώτατε Ἰάκωβε.

Ὅλως ἀσκητά, πρὸς Δαβὶδ Θεοῦ θεράποντα, τὴν εὐχήν σου καθ᾿ ἡµέραν ἐκτελεῖς,
καὶ δακρύων ἐκζητεῖς πάτερ τὰ πρόσφορα.

Στένων καὶ βοῶν, τοῦ Δαβὶδ τὴν κάραν ἔφερες, ἐν τῷ στήθει σου, Ἰάκωβε σεµνέ,
ἐξαιτῶν τὴν θεραπείαν σου, ἀοίδιµε.

Θεοτοκίον.
Ἴθυνον τὸν νοῦν, πρὸς τὰ ἄνω, θεονύµφευτε, ἵνα παύσῃ φοβιῶν µου ὁ ἐσµός, ὁ
µαστίζων τὴν ψυχὴν καὶ τὴν καρδίαν µου.

Ἕτερος. Τῷ θείῳ φέγγει σου.
Ἐνθέῳ λάµψει καταυγασθείς, διὰ στενωτάτης ἀγωγῆς, καὶ πειρασµῶν τε καὶ
θλίψεων, Ἐκκλησίας ὤφθης ἀστήρ, ὁσίῳ Δαβίδ, καὶ θείῳ Ἰωάννῃ συναυλιζόµενος.

Ὁδὸν τὴν ἄγουσαν εἰς ζωήν, ἐν ἀµαρυγῇ ὑπερφυεῖ, πάτερ, ἀνύσας ἐπέγνωκας, ἐν
σπηλαίῳ θείου Δαβίδ, φωσφόρον ἀλκήν, τὸ µένος τῶν σκορπίων ἐξαφανίζουσαν.

Σεµνός, ἀκέραιος, ἀγαθός, ἐν ξηροφαγίᾳ καὶ σκληρᾷ, χαµαικοιτίᾳ ἀπήλαυσας,
Παρακλήτου αὔραν λεπτήν, δι’ ἧς θεουργέ, Ἰάκωβε, τὴν κτίσιν ὡραιοποίησας.

Θεοτοκίον.
Τῷ θείῳ τόκῳ σου, ἀγαθή, κένωσιν ἐµφαίνεις ἱλαρῶς, τοῦ ζωοδότου τὴν ἄῤῥητον,
προσλαβόντος δούλου µορφήν, εἰς µήτραν τὴν σήν, ἐν δύω ταῖς οὐσίαις καὶ ταῖς
θελήσεσι.

ᾨδὴ Ϛ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐψώµισας, θαυµαστῶς Ἰάκωβε, τὰ σιτία προσευχαῖς σου αὐξήσας, Λιβανατῶν
ἐργατῶν τὴν χορείαν, τῶν πέντε ἄρτων σηµεῖον τὸ µέγιστον, ἐκ νέου πάτερ ἀληθῶς,
πραγµατώσας Χριστοῦ θείᾳ χάριτι.

Ἱέρευσας, ἐν τῇ θείᾳ µάνδρᾳ σου, ὡς ἀνὴρ ἐνδεδυµένος ἀξίως, τὴν ἀµπεχόνην τῆς
χάριτος µάκαρ, καὶ ἰατρεύεις ψυχῆς καὶ τοῦ σώµατος, νοσήµατα τὰ χαλεπά, καὶ
δαιµόνων διώκεις ἐπήρειαν.

Ἀντίδικος, ὁ σατὰν γεγένηται, καθ᾿ ἡµέραν κατὰ σοῦ ἐκστρατεύων, ποτὲ ὡς γραῖα
κακόµορφος πάτερ, ποτὲ ὡς σκύλεθρον ὄντως ἀπαίσιον, ἀλλὰ δυνάµει τοῦ Σταυροῦ,
καταστέλλεις αὐτοῦ τὴν ἐνέργειαν.

Θεοτοκίον.
Καυχώµεθα, διὰ σὲ πανάχραντε, καὶ ὑµνοῦµεν τὸν σὸν ἄχραντον τόκον, ὅτι ἡµᾶς τῷ
Υἱῷ σου ἐῤῥήσω, ἐξ ἀγκαλῶν τοῦ ἀλάστορος δαίµονος, καὶ ἐχαρίσω τοῖς βροτοῖς,
ἐλευθέραν ζωήν τε καὶ ἄνεσιν.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
Ὁσίων ὁµόψυχος, ὁραθεὶς φωτοειδῶς, καὶ προορῶν τὴν ἔκβασιν, τῶν ἀδήλων τοῦ
Πνεύµατος ἀστραπαῖς, Ἰάκωβε ἔντιµε, εὐλογεῖς τοὺς πιστῶς ἀνευφηµοῦντάς σε.

Ὑψώθης, Ἰάκωβε, ταπεινώσει ἀληθῇ, καὶ οἰνοχόος ἄριστος, εἰς αἰώνιον δεῖπνον
διορισθείς, «µεθύσθητε», ἔκραζες· «ἀδελφοί, τῇ κενώσει τῆς σταυρώσεως».

Λουσθεὶς ἐν τοῖς δάκρυσι, συντριβῆς χαροποιοῦ, τῶν νοσηµάτων ἤνεγκας, κα-
ταιγίδα τῇ µνήµῃ τῶν οὐρανῶν, προσᾴδων ἐν χάριτι, ἐξοδίους τοὺς ὕµνους, θεο-
πύρσευτε.

Θεοτοκίον.
Ὀλβίως κεκόσµησαι, παρθενίας στολισµῷ, νυµφοστολοῦσα, Δέσποινα, τὴν πα-
στάδα τοῦ Λόγου ἐρατεινῶς, βοῶντος· «Θεόνυµφε, ὀφθαλµοῖς σου Τριάδα ἐκαρδί-
ωσας».

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερµάχῳ.
Τῆς Ἐκκλησίας τὸν πανάριστον ἀµύντορα, τῇ κοινωνίᾳ ζωοδότου δοξαζόµενον,
µεγαλύνωµεν Εὐβοίας τὴν εὐκοσµίαν· καὶ γὰρ λάµπει συµπαθείας ὡς θησαύρισµα,
λαµπηδόνας τῶν ἰάσεων δωρούµενος, τοῖς κραυγάζουσι· Χαίροις, πάτερ Ἰάκωβε.

Οἶκος.
Βίβλος ἐγγεγραµµένη, τῷ δακτύλῳ τοῦ Λόγου, ὡράθης, ὦ Ἰάκωβε µάκαρ· τῆς
Τριάδος καὶ γὰρ ἐπιγνούς, εὐδοκίαν θείαν εἰς χαρὰν ἄληκτον, εἰσέδυσας αἰνούµενος,
χορῷ τῶν Σεραφεὶµ µελπόντων·
Χαῖρε, τὸ ἅρµα δοξολογίας· χαῖρε, ὁ κόλαφος ἀπειθείας.
Χαῖρε, εὐσπλαγχνίας ὡραῖον κατάλυµα· χαῖρε, τῆς Εὐβοίας εὐήρατον βλάστηµα.
Χαῖρε, ἄρτος θεοτήρητος πανδαισίας µυστικῆς· χαῖρε, σκεῦος θεοδώρητον θεωρίας
νηπτικῆς.
Χαῖρε, οὐρανοδρόµος χελιδὼν ξενιτείας· χαῖρε, τῆς Ἐκκλησίας παντευχία ἁγία.
Χαῖρε, ὁ γνοὺς ἀγνώστως τὸν ἄναρχον· χαῖρε, τοῦ Λόγου λάρυγξ ὁ ἥδιστος.
Χαῖρε, εἰς ὕψος ἀρθεὶς θεωρίας· χαῖρε, ἐκκύπτων ἐµῇ τῇ καρδίᾳ·
Χαίροις, πάτερ Ἰάκωβε.

Τὸ συναξάριον τῆς κβ΄ Νοεµβρίου ἐκ τοῦ Μηναίου καὶ εἶτα τὸ παρόν·
Τῇ αὐτῇ ἡµέρᾳ, µνήµη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡµῶν Ἰακώβου τοῦ
θαυµατουργοῦ, καθηγουµένου τῆς ἱερᾶς µονῆς ὁσίου Δαβὶδ τοῦ ἐν Εὐβοίᾳ.

Στίχοι.
Εὐβοίας τὸ κλέος, Ἰάκωβος, θέλγει
ὡς µέλι ἡδὺ τὴν τοῦ κτίστου καρδίαν.
Εἰκάδῃ τε πρώτῃ ἔνθους, Ἰάκωβος, ἐς πόλον ἔβη.

Ὁ σελασφόρος οὗτος καὶ θεόληπτος φίλος τοῦ Χριστοῦ Ἰάκωβος, ἐγεννήθη ἐκ γονέων εὐ-
λαβῶν ἐν ἔτει 1920 εἰς Λιβίσιον τῆς Μικρᾶς Ἀσίας. Ἐκριζωθεὶς ἐκ τῆς πατρίδος του, κατὰ τὴν
Μικρασιατικὴν καταστροφήν, ἔφθασεν εἰς Πειραιᾶ, µετέβη εἰς Ἄµφισσαν, καὶ τελικῶς εἰς Φα-
ράκλαν τῆς Εὐβοίας.
Ὡς δένδρον ἱερόν, ἀρδευθὲν διὰ τῶν ὀρθοδόξων ναµάτων, παιδιόθεν ὑψώθη πρὸς θεογνωσίαν.
Ἔχων ῥίζας εὐλαβεῖς, ἠγάπησε βαθέως τὴν Ἐκκλησίαν, αὐξάνων ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.
Ὅθεν ἀδιαλείπτως ἀγρυπνῶν, προσευχόµενος καὶ συνοµιλῶν µετὰ τῶν ἁγίων, προσέλαβε τὰ
χαρίσµατα τοῦ Ἁγίου Πνεύµατος, δωρούµενος τοῖς πᾶσι ῥεῖθρα ἰάσεων. Ἔχων ἀντιλήπτορα τὴν
ἁγίαν Παρασκευήν, καὶ ἀναβαίνων ἀπὸ δυνάµεως εἰς δύναµιν, ἐγένετο αὐτουργὸς ποικίλων
θαυµάτων, καθάπερ κοινωνὸς θείας φύσεως. Τυχὼν δὲ ἰάσεως ὑπὸ τῆς Θεοτόκου διὰ τῆς θαυ-
µατουργοῦ εἰκόνος ταύτης, Ξενίας ἐπονοµαζοµένης, ὡς καὶ τοῦ ἁγίου ἱεροµάρτυρος Χαραλάµπους,
ἐν εὐχαριστίαις ἀνύµνει τὸν Κύριον.
Ἐργασθεὶς σκληρῶς πρὸς βιοπορισµὸν καὶ τὴν στρατιωτικὴν αὐτοῦ θητείαν τελέσας ἐν τελείᾳ
νηστείᾳ καὶ φιλαδελφίᾳ, ἔσπευσεν ὅπως ἀφιερώσῃ ἑαυτὸν τῷ Χριστῷ, ὅνπερ νηπιόθεν ἐπόθει.
Εἰσελθὼν τοίνυν εἰς τὴν ἱερὰν µονὴν τοῦ ὁσίου Δαβίδ ἐν Εὐβοίᾳ, καὶ εὑρὼν ταύτην εἰς οἰκτρὰν
πνευµατικὴν κατάστασιν, ἐνισχύθη ὑπὸ τοῦ ὁσίου κτήτορος αὐτῆς, ἵνα ἀντιµετωπίσῃ τὰς
συκοφαντίας καὶ τὸν πόλεµον τῶν ἀµελῶν µοναχῶν, ὑποµένων ἐν ταπεινώσει τὰς ὕβρεις καὶ κόπτων
ἐν πᾶσι τὸ θέληµα αὐτοῦ. Διὸ ἐν ὑπακοῇ καὶ ἀσκήσει, ἐλάµπρυνεν οὐ µόνον τὴν ψυχήν, ἀλλὰ καὶ τὸ
σῶµα αὐτοῦ τῇ χάριτι τοῦ Πνεύµατος.
Ἀνακαινίσας δὲ τὴν µονὴν ἐν κόποις πολλοῖς καὶ µόχθοις περισσοτέρως, καὶ τελῶν πάσας τὰς
ἱερὰς ἀκολουθίας ἀνελλιπῶς, ἀνεζωογόνησε πνευµατικῶς τὸ θεῖον σκήνωµα τοῦ ὁσίου Δαβίδ, ἔχων
τοῦτον διηνεκῶς συνόµιλον καὶ προστάτην εὔστοργον.
Λαβὼν δὲ τὴν χάριν τῆς ἱερωσύνης, ἀνέλαβεν ὅπως διακονῇ λειτουργικῶς τὰ πλησιέστερα χωρία,
ὁδοιπορῶν δι’ ἡµιόνου, παρὰ τὰς δυσµενεῖς καιρικὰς συνθήκας.
Ἀποσυρόµενος πολλάκις εἰς τὸ σπήλαιον τοῦ ὁσίου Δαβὶδ καὶ ἐν παννύχοις στάσεσιν ἀνερχό-
µενος εἰς οὐρανίους µονάς, ἐβίωνε θείας ἐµπειρίας, τρυγῶν τὸ µέλι τῶν δωρεῶν τοῦ Πνεύµατος.
Ἀντιπαλαίων οὖν ταῖς δειναῖς ἐνέδραις τοῦ πονηροῦ, ἐδοκιµάσθη ὡς χρυσὸς ἐν χωνευτηρίῳ,
διάγων ἐν πενίᾳ καὶ ἀσκήσει. Ἔλαβεν ὅθεν ὑπὲρ φύσιν χαρίσµατα, µένων ἀδιάβροχος κάτωθεν
ὑετοῦ, φωτιζόµενος ἐν νυκτὶ ὑπὸ θείου φωτός, συνοµιλῶν καὶ συλλειτουργῶν τοῖς ἁγίοις καὶ τοῖς
ἀγγέλοις, ὑπὲρ τὴν γῆν κατὰ τὴν προσευχὴν αἰρόµενος, ἐκχέων εὐωδίαν, διανύων ἀφθωρεὶ
ἀποστάσεις µεγάλας, πολλαπλασιάζων ταῖς αὐτοῦ δεήσεσι τροφὰς καὶ ἄρτους.
Πρὸ σοβαρᾶς αὐτοῦ χειρουργίας, ἐπικαλεσθεὶς τοὺς ὁσίους Δαβὶδ καὶ Ἰωάννην τὸν Ῥῶσον, εἶδε
τούτους παρισταµένους ἐν τῷ χειρουργείῳ καὶ ποιοῦντας τὴν ἐπέµβασιν.
Ἀναλαβὼν οὖν τὴν ἡγουµενείαν τῆς ἱερᾶς µονῆς, ἐγένετο πόλος ἕλξεως τοῦ κόσµου, ἐνεργῶν
χριστοειδέσι σπλάγχνοις οἰκτιρµῶν καὶ ἀναδειχθεὶς διορατικὸς καὶ προορατικὸς ποιµὴν τῆς
Ἐκκλησίας.
Παρὰ τὰς ὀδυνηρὰς αὐτοῦ νόσους, οὐκ ἐπαύσατο ἐν ἀγάπῃ τελείᾳ εὐεργετῶν καὶ ἰώµενος πάντας,
µέχρις ἐσχάτης πνοῆς.
Ὁ εὐγενὴς οὗτος µύστης τοῦ Πνεύµατος µετέστη πρὸς τὸν ποθούµενον Χριστὸν τῇ 21ῃ
Νοεµβρίου, ἡµέραν τῶν Εἰσοδίων τῆς Θεοτόκου, εἰσοδεύσας µετ᾿ αὐτῆς τῇ ἀλήκτῳ πανηγύρει τῶν
ἁγίων, ἔνθα µνηµονεύει ἀδιαλείπτως πάντων ἡµῶν.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡµᾶς. Ἀµήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ῥητὴρ τῶν δογµάτων, ὑποφήτης, θεόφρον, τῶν σωστικῶν διδαχῶν, Χριστοῦ τοῦ
πάντων πλάστου, καὶ κήρυξ µετανοίας, ἐπεγνώσθης, Ἰάκωβε, ἐν τῇ µονῇ τοῦ Δαβίδ,
ἐν τοῖς ἐσχάτοις χρόνοις.

Βαρυτάτως νοσούντων, καὶ ποικίλως πασχόντων, ὁ ταχινὸς ἰατρός, ὑποµονῆς ὁ
στύλος, ἐν ταῖς πολλαῖς, θεόφρον, καὶ δειναῖς ἀσθενείαις σου, καὶ ἀσκητὴς θαυ-
µαστός, ἐδείχθης τῷ σῷ βίῳ.

Ἐµπαθείας ἀνθρώπων, τὰ ὀνείδη καὶ ψεύδη, καθυποµείνας, σεµνέ, συνέτριψας τὸ
θράσος, τοῦ ἀντιδίκου πάτερ, θεοφόρε Ἰάκωβε, διὸ τὴν µνήµην σου νῦν, ἐν ᾄσµασι
τιµῶµεν.

Θεοτοκίον.
Σοῦ τὴν πάντιµον χάριν, τὴν σεπτήν σου λοχείαν, καὶ τῶν θαυµάτων πληθύν, ἡ
γλῶσσα οὐκ ἰσχύει, ἀξίως περιγράψαι, Θεοτόκε πανάµωµε, σὺ γὰρ δοχεῖον σεπτόν,
τοῦ Παρακλήτου ὤφθης.

Ἕτερος. Δροσοβόλον µέν.
Γαλουχίᾳ θειοτάτῃ ἀναδέδειξαι, ἄγγελος νηπιόθεν σοφέ, φωτιζόµενος καὶ φωτίζων,
λάµψεσι Χριστοῦ, τὸν κόσµον βοῶντα ἐµµελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν πατέρων
ἡµῶν.

Ὁλοφώτῳ τοῦ νοός σου καθαρότητι, ὤφθης συλλειτουργὸς ἱερός, δαιτυµόνων ὑ-
περκοσµίων, νέµων ἱλασµούς, πιστοῖς ἐκβοῶσιν ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
πατέρων ἡµῶν.

Ὑπερβάλλων ταπεινώσεως τῇ χάριτι, ἔγνωκας παντευχίαν κλεινήν, Γεωργίου
τροπαιοφόρου, ᾧπερ θεαυγῶς, γυµνόπους ἀνέµελπες σοφέ· Εὐλογητὸς εἶ ἀθλητά, τοῦ
εὐεργέτου Χριστοῦ.

Θεοτοκίον.
Ἱλαρύνεις πεπτωκότων τὴν στυγνότητα, Δέσποινα, φαειναῖς σου αὐγαῖς, ἀνεικάστου
φιλανθρωπίας, Λόγον τοῦ Θεοῦ, τεκοῦσα ἀτρέπτως δι’ ἡµᾶς, τοὺς ἐνδυθέντας
τιµαλφῶς, τῇ ἀρχιφώτῳ στολῇ.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Κρατῆρα ἔσχες, πεπληρωµένον, θεόφρον, ἀγαθῶν ὑπὲρ πτωχῶν καὶ δυστυχούντων,
ἐν ἡγουµενείῳ, τῷ σῷ ὡς σιτοδότης.

Ἐν ἀπεῤῥίτῳ, πάτερ, κατῴκεις κελλίῳ, ἀποφεύγων τρυφηλότητα τοῦ βίου, διὸ καὶ
τοὺς πάλαι, πατέρας ἐµιµήσω.

Παύεις δαιµόνων, κυριαρχίαν, παµµάκαρ, προσπορίζων τοῦ Χριστοῦ ἐλευθερίαν,
τοῖς πρός σε ἐλθοῦσιν, ἐνεργουµένοις, πάτερ.

Θεοτοκίον.
Ἐµέ, Παρθένε, τῷ σῷ ἀχρείῳ ἱκέτῃ, χειραγώγησον πρὸς τρίβον σωτηρίας, ἵνα τοῦ
Υἱοῦ σου, τὰς ἐντολὰς τηρήσω.

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.
Συντριβεὶς τὴν καρδίαν, πόθῳ τοῦ κτίσαντος, οὐκ ἐνάρκησας, πάτερ, εὐαγγελί-
ζεσθαι· ὅθεν ὡς καλὸς ποιµήν, πᾶσι σπενδόµενος, τῶν πεφορτισµένων, ἐγένου ἀ-
χθοφόρος.

Ἰατῆρα ὑµνοῦµεν, θεῖον Ἰάκωβον, θεαυγεῖ ἀγαπήσει, νόσους διώκοντα, πάγας δὲ τοῦ
δράκοντος, κατεδαφίζοντα, καὶ ὑπερυψοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Διασπείρων ἐνθέως, σπόρον τοῦ Πνεύµατος, καὶ τὴν κτίσιν ποτίζων, ῥείθροις
χρηστότητος, ὤφθης γεωργὸς κλυτός, ἐν ἀγαθότητι, δρέπων πανολβίους, καρποὺς
θεοειδείας.

Θεοτοκίον.
Ὡς ἀκτῖνες ἡλίου, περιαστράπτουσι, τῷ τραχήλῳ σου κόρη, θεοχαρίτωτε, θείου
χρυσολίθου, τὰ ἀµαρύγµατα· σὺ γὰρ νυµφοστόλος, ὑπάρχεις Ἐκκλησίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ κατ᾿ ἔτος µάκαρ, πληθὺς τῶν πατέρων, καὶ κοσµικῶν Ὀρθοδόξων παράταξις,
τὴν ἀεισέβαστον, πάτερ, µνήµην σου µέλποµεν.

Ὦ, ὅσιε, µὴ παύσῃ, ὑπὲρ τῆς σῆς ποίµνης, καθικετεύων Χριστῷ τῷ Κυρίῳ σου, σὺ
γὰρ προστάτης ὑπάρχεις, αὐτῆς, Ἰάκωβε.

Ἡδέως ἀνυµνοῦµεν, τὸν σὸν βίον, πάτερ, ἐκδιηγούµενοι πάντα τὰ θαύµατα, καὶ
τοὺς ἁγίους σου λόγους, σεµνὲ Ἰάκωβε.

Θεοτοκίον.
Λαοὶ φυλαὶ καὶ γλῶσσαι, σὲ τὴν Θεοτόκον, καθὼς προεῖπές ποτε µακαρίζουσι, καὶ
ἀνυµνοῦσιν ἐνθέως, τὸν θεῖον τόκον σου.

Ἕτερος. Θεὸν ἀνθρώποις.
Ῥητῇ ἀγάπῃ διαλεγόµενος, πρὸς τὸν Δαβὶδ φωσφόρον τῆς µονῆς σου ἀµύντορα,
ἐξῃτήσω πάραυτα, εὑρεῖν ἱερῶν, κλέπτην ἐλαιοδένδρων· ὅπερ ἐποίησε, πάντας τοὺς
ἐνόχους ἀσφαλῶς προσεπισπώµενος.

Ἀῤῥήτῳ φάει καταυγαζόµενος, ἔγνως σαφῶς ἀλήκτου πανδαισίας τὴν ἔλλαµψιν.
Προσκοµίζων χάριτι, καὶ γὰρ τὰ σεπτά, δῶρα ἐν Λειτουργίᾳ, ἥψω δακτύλῳ σου, αἷµα
τοῦ Σωτῆρος θαυµαστῶς, ὡς θεοφόρητος.

Στρατῷ ἀύλων συναυλιζόµενος, πανευλαβῶς ἐπόθεις ἀρχαγγέλων τῇ χάριτι, θε-
ουργὲ Ἰάκωβε, ἐγεῖραι ναόν· ὅθεν ἀγαλλιάσει, ἀκαταπόνητον, εὗρες προµηθέα
Μιχαὴλ διακονοῦντά σοι.

Θεοτοκίον.
Μητρὶ Κυρίου πιστῶς κατέφυγες, θεοφεγγεῖ ἐν πίστει, µυστογράφε Ἰάκωβε· ἰαθεὶς
δὲ πόδας σου, ἐτίµας σεπτῶς, κόρην ἁγνὴν Ξενίαν, ἥ σε ηὐλόγησεν, ἐν ἀγαθωσύνῃ
µητρικῇ προσατενίσασα.

Ἐξαποστειλάρια.
Ἦχος β΄. Τοῖς µαθηταῖς συνέλθωµεν.
Ἰωὴλ Ἐδέσσης
Τοῦ Λιβισίου βλάστηµα, καὶ Φαράκλων οἰκήτωρ, Εὐβοίας νήσου καύχηµα, καὶ
πιστῶν παραστάτης, µονῆς Δαβὶδ τοῦ ὁσίου, προεστὼς θεοφόρος, χαρίτων σκεῦος
πάγχρυσον, καὶ προγνώσεως λύχνος ἀειλαµπής, ἐγκρατείας πόνοις ἀκαταπαύστοις,
καὶ σαῖς πυκναῖς δεήσεσιν, Ἰάκωβε, ἐγνώσθης.

Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Ἰσιδώρας µοναχῆς.
Πηγὴν ἀνευφηµήσωµεν, Εὐβοίας τὴν ἀείῤῥυτον, ἀναβλυστάνουσαν κόσµῳ, τὰς
θεουργοὺς παρακλήσεις, Ἰάκωβον τὸν πάντιµον· καὶ γὰρ Χριστοῦ τῇ χάριτι, ἐσχάτοις
ἐν τοῖς ἔτεσιν, ἐγένετο Ἐκκλησίας, ἰάτωρ παντελεήµων.

Τῆς ἑορτῆς. Ὅµοιον.
Ἣν πάλαι προκατήγγειλε, τῶν προφητῶν ὁ σύλλογος, στάµνον καὶ ῥάβδον καὶ
πλάκα, καὶ ἀλατόµητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφηµήσωµεν·
σήµερον γὰρ εἰσάγεται, εἰς τὰ ἅγια τῶν ἁγίων, ἀνατραφῆναι Κυρίῳ.

Εἰς τοὺς αἴνους, ἱστῶµεν στίχους δ΄ καὶ ψάλλοµεν στιχηρὰ προσόµοια τοῦ ἁγίου.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύµατος.
Ὢ τοῦ παραδόξου θαύµατος! Ἐν τοῖς ἐσχάτοις καιροῖς, ἡ ὑπέρλαµπρος δύναµις,
τοῦ Ἁγίου Πνεύµατος, ἐξεχύθη ἐν χάριτι, τῷ Ἰακώβῳ, ἰχνηλατήσαντι, τοῦ εὐεργέτου,
κένωσιν ἄφραστον. Ὅθεν δωρούµενος, τοῖς πιστοῖς χαρίσµατα ὑπερφυῆ, φαίνει ὁ
ἀοίδιµος, Τριάδος ἔλλαµψιν.

Πάτερ µυστικῶς φλεγόµενος, τῇ ἀγαπήσει Χριστοῦ, παιδιόθεν ἐνδέδυσαι, καλλονὴν
ἀρχέγονον, διαχέων ἰάµατα· καὶ γὰρ τοῦ Λόγου στέφος δεξάµενος, θεοφορήτως,
ἤνυσας δίαυλον, θείας ἀσκήσεως, ἐν ἐλέῳ Πνεύµατος ἀγκαλισθείς, γῆν καὶ τὰ
οὐράνια, θεῖε Ἰάκωβε.

Ὢ τοῦ παραδόξου θαύµατος! Συνοµιλῶν εὐφεγγῶς, σελασφόροις ταῖς τάξεσι,
µυστικῶς ηὐλόγησαι, τῇ χειρὶ θεοµήτορος. Διὸ τοῦ πλάνου δίφρους κατέῤῥιψας, τὰς
ὕβρεις ὄντως, δόξαν ἡγούµενος, πάτερ Ἰάκωβε. Ὅθεν ἐξοδίῳ σου ἐν ἑορτῇ, ἅπαντας
ηὐλόγησας, χειρὶ ἀχράντῳ σου.

Νέµων ὑετοὺς αἰνέσεων, µυσταγωγεῖς τοὺς πιστούς, Λειτουργίαν εἰς ἄχραντον,
µυροφόρου νήψεως, καὶ κλεινῆς κατανύξεως. Τοῦ Ἰωάννου Ῥώσου τῇ χάριτι, διὸ
τριφώτους, µονὰς ἐπέγνωκας. Ὅθεν τρυχόµενος, νοσηµάτων ἄλγεσιν ὀδυνηροῖς,
ὤφθης ὡς στερέµνιος, ἀδάµας πίστεως.

Δόξα. Ἦχος πλ. δ΄.
Συλλειτουργῶν ταῖς ἐπουρανίοις δυνάµεσιν, ἐν καρδίᾳ συντετριµµένῃ, ὡς ἄγγελος
χρυσαυγὴς τεθέασαι, ὑπερκόσµιε Ἰάκωβε. Βασιλικῶς τοίνυν ἐνδεδυµένος, χάριν
οἰκτιρµῶν, πᾶσαν τὴν κτίσιν, περιπτύξει χριστοειδεῖ ἐνηγκάλισαι. Διὸ τῆς Θεοτόκου,
ἐπιστήθιος γενόµενος, ὤφθης ἀστὴρ ὁδηγῶν, εἰς τρίβον σωτηρίας. Καὶ νῦν ὀθνείου
οἴνου γευόµενος, σὺν πᾶσι τοῖς ἁγίοις, ἐκχέεις τῇ Ἐκκλησίᾳ, τῶν ἀρχιφώτων
λαµπηδόνων τὴν αἴγλην, παρέχων ἡµῖν τὸ µέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυµφε Δέσποινα, παρεγένου ἐν ναῷ Κυρίου, τοῦ ἀνα-
τραφῆναι εἰς τὰ ἅγια τῶν ἁγίων, ὡς ἡγιασµένη. Τότε καὶ Γαβριήλ, ἀπεστάλη πρὸς σὲ
τὴν πανάµωµον, τροφὴν κοµίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ
Πνεῦµα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε, ἀµόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς
δοξαζοµένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡµῶν.

Δοξολογία µεγάλη καὶ ἀπόλυσις.

ΕΝ Τῌ ΘΕΙᾼ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ τυπικὰ καὶ εἰς τοὺς µακαρισµοὺς τροπάρια δ΄ ἐκ τῆς γ΄ ᾠδῆς τοῦ α΄ κανόνος τοῦ
ἁγίου καὶ δ΄ ἐκ τῆς Ϛ΄ ᾠδῆς τοῦ β΄ κανόνος.

Μετὰ τὴν εἴσοδον, τὸ ἀπολυτίκιον τῆς ἑορτῆς, τὰ τοῦ ἁγίου καὶ τὸ τοῦ ναοῦ.

Κοντάκιον· Ὁ καθαρώτατος ναός.

Ἀπόστολος· Ὁ καρπὸς τοῦ Πνεύµατός ἐστιν ἀγάπη. (Ζήτει τῇ ε΄ Δεκεµβρίου).

Εὐαγγέλιον· Πάντα µοι παρεδόθη. (Ζήτει ἐν τῇ Λειτουργίᾳ τῆς ε´ Δεκεµβρίου).

Κοινωνικόν· Εἰς µνηµόσυνον αἰώνιον.

Πηγή: ΠΕΜΠΤΟΥΣΙΑ

Μεγαλυνάριον.
Χαίροις, ἰαµάτων ὁ ποταµός, εὐχαῖς σου ἀρδεύων, πᾶσαν κτίσιν ἱλαστικῶς, Ἰάκωβε
θεόφρον, Εὐβοίας ὁ κοσµήτωρ, Δαβίδ τε θεοφόρου, θεῖος συνέκδηµος

Δίστιχον.
Δέξαι, Ἰάκωβε, τὸν ἄµουσον ὕµνον
Ἰσιδώρας, διψώσης ἀφέσεως ὕδωρ.


Ο Θεός, ιλάσθητί μοι τώ αμαρτωλώ και ελέησόν με.

Επιστροφή στο

Μέλη σε σύνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: 4 και 0 επισκέπτες