Αγαπητά μέλη και επισκέπτες, καλώς ήρθατε στο ανανεωμένο μας φόρουμ!
Με πολλή χαρά περιμένουμε τις νέες σας δημοσιεύσεις!

Χαιρετισμοί στους Αγίους μας

Χαιρετιστήριοι Οίκοι προς τον Κύριο Ιησού Χριστό, την Υπεραγία Θεοτόκο και τους Αγίους

Συντονιστές: Νίκος, Anastasios68, johnge

Απάντηση
Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2060
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
10
Τοποθεσία: Θεσσαλονίκη

Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από Φωτεινή »

Ανοίγω αυτό το θέμα, όπου θα μπορούμε να δημοσιεύουμε τους Χαιρετισμούς στους Αγίους μας γενικά.
Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36
Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2060
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
10
Τοποθεσία: Θεσσαλονίκη

Re: Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από Φωτεινή »

ΧΑΙΡΕΤΙΣΜΟΙ ΕΙΣ ΤΟΝ Τ. ΠΡΟΔΡΟΜΟΝ


῾Ο ἱερεύς:

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.

Κοντάκιον ῏Ηχος πλ. δ´.

Τῇ ῾Υπερμάχῳ Στρατηγῷ…

Τῷ ὑπὲρ πάντας ἀληθῶς ῾Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμα¬ρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι ᾿Ιωάννη, ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·

χαῖρε κήρυξ τῆς χάριτος.

…………………………..

῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·

Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·

Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

῎Αρχομαί σοι τὸν ῞Υμνον, Θεοΰμνητε Μάκαρ, χαρᾷ συνειλημμένος καὶ φόβῳ·

Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

εὐφημῶν γὰρ ἥδομαι τὰ σά, ἀπορῶν δὲ λόγου δειλιῶ Πρόδρομε, αὐτὸς δὲ ἐνισχύων με παράσχου ἐπαξίως λέγειν·

Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐφάνη· χαῖρε, δι᾿ οὗ ἡ ἀρὰ ἐφθάρη.

Χαῖρε, τῶν περάτων γῆς ὁ Διδάσκαλος· χαῖρε, τῶν τεράτων Χριστοῦ ὁ προάγγελος.

Χαῖρε, μῆκος ἁγιότητος φθάνων μέχρις οὐρανοῦ· χαῖρε, πλάτος καθαρότητος ἁγιάζων πᾶσαν γῆν.

Χαῖρε, ὅτι Τριάδα τὴν ῾Αγίαν κατεῖδες· χαῖρε, ὅτι δυάδα ὑλικὴν ὑπερεῖδες.

Χαῖρε, ἀστὴρ δεικνύων τὸν ῝Ηλιον· χαῖρε, φωστὴρ φωτίζων ὑφήλιον.

Χαῖρε, δι᾿ οὗ ὁ Χριστὸς ἐμηνύθη· χαῖρε, δι᾿οὗ ὁ σατὰν ἐμισήθη.

Χαῖρε, κήρυξ τῆς χάριτος.

…………………………………………

Βλέπων γένος ἀνθρώπων κείμενον ἀπανθρώπως, ἀνίσταται Θεὸς φιλανθρώπως, καὶ θελήσας πέμψαι τὸν Υἱόν, ἐκκαθάραι πάντα τὸν ἰὸν τοῦ ὄφεος, προσέπεμψε τὸν Πρόδρομον, κηρύξαι τοῖς ἀνθρώποις λέγειν·

᾿Αλληλούϊα

…………………………………………..

Γέννησιν Ζαχαρίας θυμιάματος ὥρα, μανθάνει τοῦ υἱοῦ δι᾿ Ἀγγέλου· οἷς δ᾿ ἠπίστησε τούτω λαλῶν κατακέκριται μή τι λαλεῖν· βλέψας δὲ ταὴν ἔκβασιν ταῶν λόγων τοῦ Ἀγγέλου, ταὸ λαλεῖν λαμβάνει.

Χαῖρε, ἡ θύρα ταῆς σωτηρίας· χαῖρε, ἡ λύρα ταῆς ᾿Εκκληςίας.

Χαῖρε, Προφητῶν τοῦ Θεοῦ ταὸ συμπέρασμα· χαῖρε, ἀρετῶν ἁπαςῶν ταὸ συμφόρημα.

Χαῖρε, Ἄγγελε ἐπίγειε παρουςίας τοῦ Χριστοῦ· χαῖρε, ἄνθρωπε οὐράνιε Βασιλείας τοῦ Θεοῦ.

Χαῖρε, ταῆς ἐγκρατείας ὁ σοφὸς • χαῖρε, ταῆς ἀκραςίας ὁ ὀξὺς ἀναιρέτης.

Χαῖρε, κρατὴρ τοῦ νέκταρος πάροχε· χαῖρε, λουτὴρ καθάρσεως πρόξενε.

Χαῖρε, πρηστὴρ καυστικὲ ταῆς ἀπάτης· χαῖρε, λαμπτὴρ φαυστικὲ γῆς ἁπάσης.

Χαῖρε, κήρυξ ταῆς χάριτος.

…………………………………

Δεξιοῦται ἀσμένως ἀσπασμῷ ἡ Παρθένος, ἰδοῦσα κυοφόρον τὴν στεῖραν· ὁ δὲ κήρυξ ἔνδον τῆς μηνός, ἐπιγνούς τὸν ἔσω τῆς γαστρὸς Κύριον, ὡς ῥήμασι τοῖς ἅλμασι χρησάμενος ἐβόα λέγων·

᾿Αλληλούϊα

Ἔχαιρον τῇ γεννήσει καὶ ἠρεύνων τὴν κλῆσιν, μαθεῖν οἱ συγγενεῖς ᾿Ιωάννου, γράμμασι δὲ ταύτην ἐκτυπῶν Ζαχαρίας, τέως σιωπῶν φθέγγεται, οἱ δὲ εὐθὺς ἐχάρησαν, ἐθαύμασαν βοῶντες οὕτω·

Χαῖρε, φωνὴν τοῦ Πατρὸς ὁ δήσας· χαῖρε, σιγὴν τοῦ αὐτοῦ ὁ λύσας.

Χαῖρε, τῶν ἀγόνων λαγόνων τὸ κύημα· χαῖρε, τῶν ἀκάρπων τὸ εὔκαρπον βλάστημα.

Χαῖρε, κύκλος ὁ εὐτόρνευτος κέντρον ἔχων τὸν Χριστόν· χαῖρε, κύκνος ὁ ἡδύφωνος πᾶσιν ᾄδων τὰ χρηστά.

Χαῖρε, ὁ ἐκ κοιλίας Μητρικῆς ἡγνισμένος· χαῖρε, ὁ πρὸ κοιλίας τῷ Θεῷ ἐγνωσμένος.

Χαῖρε, πηγὴ θαυμάτων ἀκένωτος· χαῖρε, πληγὴ δαιμόνων ἀνίατος.

Χαῖρε, δι᾿ οὗ ἐφωτίσθη ἡ κτίσις· χαῖρε, δι᾿ οὗ ἐδοξάσθη ὁ κτίστης.

Χαῖρε, κήρυξ τῆς χάριτος.

…………………………………………..

Ζέων θυμῷ ὁ ῾Ηρώδης ἀνελεῖν ὁ ληρώδης, Χριστὸν ζητῶν τὰ βρέφη προστάττει· φθειρομένων δὲ τούτων πικρῶς, ᾿Ιωάννης ὁ θεῖος σοφῶς σέσωστο, κηρύξαι τὴν ἀπόρρητον Θεοῦ οἰκονομίαν λέγων·

᾿Αλληλούϊα

…………………………………….

῏Ηγεν ἐν ταῇ ἐρήμῳ ἡλικίᾳ ἀνήβῳ, Ἄγγελος, ταὸν Ἄγγελον φέρων, καὶ ὁποῖος ἔσται ἐννοῶν, ταὸ μυστήριον οὐκ ἀγνοῶν ἥδετο, καὶ ᾄσμασιν ὡς στέμασι κατέστεφεν αὐ- ταὸν κραυγάζων·

Χαῖρε, ἡ στήλη ταῆς εὐσεβείας· χαῖρε, ἡ πύλη ταῆς Βασιλείας.

Χαῖρε, Μωυςέως τοῦ πάλαι διάδοχε• χαῖρε, Βασιλέως τοῦ πάντων διάκονε

Χαῖρε, μάργαρον κρυπτόμενον ἐν ταῷ λύθρῳ ταῆς σαρκός· χαῖρε, ὄργανον κρουόμενον ἐν ταῷ πλήκτρῳ τοῦ Θεοῦ.

Χαῖρε, ἄρτος στηρίζων νηστευόντων κοιλίας· χαῖρε, οἶνος ἡδύνων σωφρονούντων καρδίας.

Χαῖρε, Χριστοῦ ὁ φέρων ταὸ τρόπαιον· χαῖρε, στερρὸν παθῶν ἀποτρόπαιον.

Χαῖρε, δι᾿οὗ ταὰ ἀρχαῖα παρῆλθε· χαῖρε, δι᾿οὗ ταὰ καινὰ ἐπειςῆλθε.

Χαῖρε, κήρυξ ταῆς χάριτος.

………………………………….

Θαυμαστὴ πάσῃ φύσει ὤφθη ὡς ὑπὲρ φύσιν, ἡ ἐν τῇ ἐρήμῳ σου μετοικία· ἐκ μαστῶν γὰρ εὐθὺς Μητρικῶν πρὸς αὐτὴν μετέβης κατοικεῖν Πρόδρομε, οὐκ οἴνῳ οὐδὲ σίκερα, Θεῷ δὲ ἐντρυφῶν καὶ ψάλλων·

᾿Αλληλούϊα.

…………………………………………..

Ἴθυνάς σου ταὸν δρόμον πρὸς Οὐράνιον δόμον, ἀσκήσεως ἐλθὼν πρῶτος δρόμον· καὶ λαμπρός τα γέγονας σοφέ, καὶ Χριστοῦ δὲ βίου ὑψηλοῦ Πρόδρομος, πρὸς ὃν ἴθυνας ἄπαντας ἀκούεις παρὰ πάντων οὕτω·

Χαῖρε, ἡ ταέχνη ταῆς ἐγκρατείας· χαῖρε, ἡ στάθμη ταῆς ἀκριβείας.

Χαῖρε, ταῆς ἀσκήσεως ἔμψυχον ἄγαλμα· χαῖρε, ταῆς ἀθλήσεως θεῖον ἐκτύπωμα.

Χαῖρε, ὄρος ὁ ἀκρότατος παρθενίας ἀληθοῦς· χαῖρε, νόμος ἐνθεώτατος θεωρίας εὐαγοῦς.

Χαῖρε, ἀκτημοςύνης ὁ λαμπρὸς προηγήτωρ· χαῖρε, ἁγιωςύνης ὁ σοφὸς εἰσηγήτωρ.

Χαῖρε, κανὼν νηστείας Θεόσδοτος· χαῖρε, εἰκὼν ἁγνείας θεόγραφος.

Χαῖρε, ὀρθῆς πολιτείας ὁ γνώμων· χαῖρε, σοφῆς προμηθείας νοήμων.

Χαῖρε κήρυξ ταῆς χάριτος.

…………………………………………

Κόσμου ἡδυπαθείας καὶ σαρκὸς προσπαθείας, ἠλόγησαι καθάπαξ θεόφρον, καὶ ἀκρίδας εἶχές σου τροφήν, ἐκ καμήλου δὲ στολὴν Πρόδρομε, τοῦ πνεύματος οὐ σώματος ἐπίδοσιν ζητῶν καὶ λέγων·

᾿Αλληλούϊα

……………………………………..

Λύτρωσιν ἁμαρτίας, Βάπτισμα μετανοίας, κηρύσσων ἦλθεν ὁ ᾿Ιωάννης, πᾶσι μετανοεῖτε βοῶν, βασιλεία γὰρ τῶν οὐρανῶν ἤγγικε, καὶ χάριν ἐχορήγησε πιστοῖς ὡς ἂν αὐτῷ βοῶσι·

Χαῖρε, βουλῆς τοῦ Θεοῦ ὁ μύστης· χαῖρε, οὐλῆς τῶν ψυχῶν ὁ ῥύστης.

Χαῖρε, χελιδὼν ἡ τὸ ἔαρ μηνύσασα· χαῖρε, ἀηδὼν ἡ Χριστὸν κελαδήσασα.

Χαῖρε, νάμα ὃ ἐξέρρευσε θαυμασίως ἐξ ᾿Εδέμ· χαῖρε, πόμα ὃ ἀνέψυξε τοὺς τακέντας ἐξ ᾿Αδάμ.

Χαῖρε, ὁ τῶν παρόντων ἀμελῶν ὡς μὴ ὄντων· χαῖρε, ὁ τῶν μελλόντων φροντιστὴς ὡς μενόντων.

Χαῖρε, δι ᾿οὗ ὁ πίπτων ἀνίσταται· χαῖρε, δι᾿οὗ ὁ βάλλων ἀφίσταται.

Χαῖρε, ψυχὴν πρὸς Θεὸν ὁ ἐκτείνας· χαῖρε, ὁρμὴν τῆς σαρκὸς ὁ συστείλας.

Χαῖρε, κήρυξ τῆς χάριτος.

………………………………………

Μετανοίας τὸν στάχυν, τῆς ἐρήμου ὁ στάχυς, κελεύει τοὺς ἀκάρπους ἐκφύειν, ἐκκαθάραι ἥκει γὰρ φησίν, ὁ τὸ πτύον ἔχων τῇ χειρὶ Κύριος, καὶ ἀχυρώδης καύσων, συνάξει δὲ ἐγκάρπους λέγων·

᾿Αλληλούϊα

……………………………………..

Νέαν θέλων ὁ Κτίστης ἀναδείξαι τὴν φύσιν, τοῖς ὕδασιν αὐτὴν ἀναπλάττει, καὶ πρὸς τοῦτο φέρει συνεργόν, ὁ βουλήσει πάντα ἐνεργῶν Κύριος, Βαπτίσματος τὸν κήρυκα ᾧ πάντες οἱ πιστοὶ βοῶμεν.

Χαῖρε, φωνὴ τοῦ Θεοῦ ᾿Αγία· χαῖρε, σιγὴ τοῦ ἐχθροῦ τελεία.

Χαῖρε, τῆς οὐσίας βροτῶν τὸ κεφάλαιον• χαῖρε, παρουσίας Θεοῦ τὸ προοίμιον.

Χαῖρε, ὅτι ἐπεχώρησε πᾶσα χάρις ἐπὶ σοί· χαῖρε, ὅτι ὑπεχώρησε πᾶσα πλάνη διὰ σοῦ.

Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα τοῦ βίου· χαῖρε, ὁ διαλύσας τὰ πικρὰ τῶν ἐν βίῳ.

Χαῖρε, δι᾿ οὗ ἐδόθη μετάνοια· χαῖρε, δι᾿ οὗ ἐλύθη ἀπόνοια.

Χαῖρε, ᾿Αμνὸν τοῦ Θεοῦ ὁ κηρύξας· χαῖρε, ἁγνὸν ὁ τὸν βίον τηρήσας.

Χαῖρε, κήρυξ τῆς χάριτος.

……………………………………….

Ξένην κένωσιν βλέπων ὁ βαπτίζων τοῦ Λόγου, ἐξίστατο καὶ ἵστατο λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ Σοῦ, καὶ σὺ βαπτισθῆναι πρὸς ἐμὲ γέγονας; ὁ δὲ θαρρεῖν ἐπέταξε καὶ ἔργον ἐκπληροῦντα, λέγων·

᾿Αλληλούϊα

…………………………………….

῾Ο χειρὶ πάντα φέρων σῇ χειρὶ ὑποκλίνει, τὴν Κεφαλὴν ᾿Ιωάννη, οὐ καθάρσεως χρήζων αὐτός, ἀλλ᾿ ᾿Αδὰμ καθαίρων ἐν αὐτῷ· ὅθεν σοὶ ὡς λειτουργῷ τῆς χάριτος, χαρίζεται ἀκούειν ταῦτα.

Χαῖρε, Ἁγίων ἁπάντων μείζων· χαῖρε, Ἀγγέλων οὐδὲν ἐλάττων.

Χαῖρε, γεννητοῖς γυναικῶν ὁ ὑπέρτερος· χαῖρε, γεννετῆς ἐξ αὐτῆς ὁ ὑπέρλαμπρος.

Χαῖρε, κάλαμε τῆς χάριτος νέον νόμον ἐκτυπῶν· χαῖρε, θάλαμε τοῦ Πνεύματος ἐκ πασῶν τῶν ἀρετῶν.

Χαῖρε, ὅτι ἐγένου γεηρῶν ὑπερόπτης· χαῖρε, ὅτι ἐφάνης Οὐρανίων ἐπόπτης.

Χαῖρε, ποιμὴν θρεμμάτων τοῦ Πνεύματος· χαῖρε, λιμὴν πνευμάτων ἀπείραστος.

Χαῖρε, ὁ ῥοῦς ὁ ἐκπλύνων τὰ πάθη· χαῖρε, ὁ νοῦς ὁ Θεοῦ βλέπων βάθη.

Χαῖρε, κήρυξ τῆς χάριτος.

……………………………………….

Πόθος πέπεικεν αἴσχους, τὸν υἱὸν τῆς αἰσχύνης, εἱρκτῆ, τὸν Βαπτιστὴν κατακλεῖσαι· καὶ καλύψαι σπεύδων τὸ κακὸν ἔλαθεν, ἀρίδηλον αὐτὸ θέμενος, ὁ λόγος γὰρ οὐ δέδεται τοῖς ψάλλουσι Κυρίῳ οὕτως.

᾿Αλληλούϊα

……………………………….

Ρήματά σου ὡς βέλη δεδεγμένος ῾Ηρώδης, κεντᾶται ταὴν καρδίαν καιρίαν, οἱ γὰρ ἔλεγχοι ταῷ ἀσεβεῖ μώλωπές εἰσιν ὀδυνηροὶ Πρόδρομε, καὶ θνήσκων ἀνομίᾳ οὐκ ἠνέσχετο βοᾶν σοι ταῦτα.

Χαῖρε, ῾Αγίασμα ὁ παρέχων· χαῖρε, ταὸ μίασμα ὁ ἐπέχων.

Χαῖρε, ταῶν πιπτόντων βροτῶν ἡ ἀνόρθωσις· χαῖρε, προκοπτόντων Θεῷ ἡ βεβαίωσις.

Χαῖρε, ἄυλον ὡς ἄγγελος ἐν γῇ βίον μετελθών· χαῖρε, ἔνυλον ὡς δαίμονα ταὸν ῾Ηρώδην καθελών.

Χαῖρε, ὁ ταῶν ἀρρήτων τοῦ Θεοῦ οἰκονόμος· χαῖρε, ὁ ἀπορρήτων ἀγαθῶν κληρονόμος.

Χαῖρε, καλῶν εὐωδίαν δωρούμενος· χαῖρε, κακῶν δυσωδίαν τροπούμενος.

Χαῖρε, δι᾿ οὗ ὁ ᾿Αδὰμ ἐνεδύθη· χαῖρε, δι᾿ οὗ ὁ ταὰν ἐγυμνώθη.

Χαῖρε, κήρυξ ταῆς χάριτος.

……………………………………………..

Σέλας ἡλίου δίκην ἔστιλβεν ὡς ἐκ δίσκου, τοῦ πίνακος ἡ θεία σου κάρα, καὶ τοῦ σκότους πᾶσαν τὴν ἰσχὺν ἡ ἀκτὶς ἀπήλασεν αὐτῆς Πρόδρομε, ἡμᾶς δὲ καθωδήγησε τῶν φώτων τῷ Πατρὶ κραυγάζειν·

᾿Αλληλούϊα

…………………………………

Τοῦ φωτὸς τὴν λυχνίαν ὁ τοῦ σκότους ἐργάτης, οὐκ ἔφερεν εἰς ἔλεγχον ἔχειν· ὡς γὰρ φίλος ἔργων σκοτεινῶν, παρουσίαν ταύτης σφαλερῶς ἤχθετο· διὸ ἐκ μέσου τίθησιν αὐτὸν μὴ συνιεὶς κραυγάζειν·

Χαῖρε, τὸ στέλεχος τῆς ἁγνείας· χαῖρε, ὁ ἔλεγχος τῆς λαγνείας.

Χαῖρε, τῶν βροτῶν καὶ ᾿Αγγέλων μεθόριον· χαῖρε, οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐξαίσιον.

Χαῖρε, μέσος ὡς ἀνέτειλας τῶν Θεοῦ διαθηκῶν· χαῖρε, τέλος ὡς γεγένησαι τῶν γραφῶν τῶν νομικῶν.

Χαῖρε, ὁ τἀναντία εἰς ταὐτὸ καταμίξας· χαῖρε, ὁ ἀσαρκίαν ἐν σαρκὶ κατορθώσας.

Χαῖρε, βροντὴ τὸν κόσμον ἐκπλήττουσα· χαῖρε, βροχὴ τὴν κτίσιν ἀρδεύουσα.

Χαῖρε, δι᾿ οὗ εὐσεβεῖς φωταυγοῦνται· χαῖρε, δι᾿ οὗ ἀσεβεῖς πυρπολοῦνται.

Χαῖρε, κήρυξ τῆς χάριτος.

……………………………….

Ὕμνος ποῖος ἀρκέσει ἐφικέσθαι τοῦ ὕψους, τῆς σῆς Μεγαλωσύνης Προφῆτα; ἢ ὑμνήσει τίς τῶν γηγενῶν ὃν ἁπάντων μείζονα Χριστὸς ἔδειξε; διὸ τὴν πίστιν δέδεξο τῶν μετὰ σοῦ βοώντων·

᾿Αλληλούϊα

………………………………

Φαεσφόρος ὡς ὄρθρος τοῦ ἡλίου τῆς δόξης, κακίας με ἐξέγειρον ὕπνου, καὶ υἱὸν ἀνάδειξον γρηγοροῦντα ἔργοις φωτεινοῖς Πρόδρομε, ὡς ἂν φαιδρῷ προσώπῳ σοι καὶ γλώσσῃ γηθοσύνῳ κράξω.

Χαῖρε, πυρσὲ τῶν ἐν ζάλῃ ὄντων· χαῖρε, χρυσὲ τῶν πενίᾳ ζώντων.

Χαῖρε, λυπουμένων ταχεῖα παράκλησις· χαῖρε, πλανωμένων ἑτοίμη ἀνάκλησις.

Χαῖρε, πάντων εὐδυσώπητος πρὸς Θεὸν καταλλαγή· χαῖρε, πάντων εὐσυμπάθητος λυπηρῶν ἀπαλλαγή.

Χαῖρε, τῶν νοσημάτων τῶν πιστῶν ἡ ὑγεία· χαῖρε, τῶν μολυσμάτων τῶν αὐτῶν ἡ ἁγνεία.

Χαῖρε, πταιόντων θεῖον ἐξίλασμα· χαῖρε, πιπτόντων μέγα διάσωσμα.

Χαῖρε, ὁ πᾶσι τὰ πάντα παρέχων· χαῖρε, ἑκάστῳ τὸ πρόσφορον νέμων.

Χαῖρε, κήρυξ τῆς χάριτος.

……………………………………..

Χάριτι παντελείῳ Χαριτώνυμε κήρυξ, ψυχὴν μου χαριτώσαις καὶ φρένας, τῶν παθῶν τὸν ρύπον ἐξ αὐτῶν, μετανοίας γνώσει ἐξελθὼν ἅπαντα, καὶ δείξαις σῇ με χάριτι ἐπάξιον Θεῷ κραυγάζειν·

᾿Αλληλούϊα

………………………………

Ψώμισόν με Προφῆτα τῆς ἀφθάρτου τραπέζης, ψιχίοις πεπτωκόσιν ὡς κύνα, ἐν λιμῷ γὰρ τήκομαι σφοδρῷ, σωτηρίου ἄρτου ἀπορῶν Πρόδρομε καὶ κόρεσον καρδίαν μου ὡς ἄν σοι εὐχαρίστως κραυγάζω·

Χαῖρε, σφραγὶς Προφητῶν ῾Αγίων· χαῖρε, κρηπὶς ᾿Αποστόλων θείων.

Χαῖρε, νυμφοστόλε ὡραῖε τῆς χάριτος· χαῖρε, θεολόγε δογμάτων τοῦ Πνεύματος.

Χαῖρε, ὄμμα καθαρώτατον τὰ ἀθέατα ἰδών· χαῖρε, στόμα ῾Αγιώτατον τὰ ἀπόρρητα εἰπών.

Χαῖρε, Πρόδρομε, Μάρτυς, Βαπτιστά, Φωνή, Λύχνε· χαῖρε, Πρόκριτε, Μάκαρ, Μηνυτά, Μύστα, Φίλε.

Χαῖρε, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα· χαῖρε, νοὸς καὶ γλώττης ἐντρύφημα.

Χαῖρε, καινὲ πρεσβευτὰ καὶ μεσίτα· χαῖρε, ἐμοῦ ἐξαιρέτως προστάτα.

Χαῖρε, κήρυξ τῆς χάριτος.

…………………………………..

῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, ῾Αγίων ὑπερέκεινα πάντων·

Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, ῾Αγίων ὑπερέκεινα πάντων·

Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

῏Ω Προφῆτα Κυρίου, Μεγαλώνυμε κήρυξ, ῾Αγίων ὑπερέκεινα πάντων·

Στίχ. Βαπτιστὰ τοῦ Χριστοῦ πρέσβευε ὑπὲρ ἡμῶν.

τῇ μικρᾷ νῦν πρόσχες ἀπαρχῇ καὶ τῶν δεινῶν ἁπάσης ταραχῇς ῥῦσαί με καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως Θεῷ βοῶντα·

᾿Αλληλούϊα



Κοντάκιον ῏Ηχος πλ. δ´.

Τῇ ῾Υπερμάχῳ Στρατηγῷ…

Τῷ ὑπὲρ πάντας ἀληθῶς ῾Αγίους μείζονι, ὁ ὑπὲρ πάντας ἁμαρτὼν τοὺς ἁμαρτήσαντας, τὸ ἐφύμνιον προσφέρω σοι ᾿Ιωάννη, ὡς οὖν ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι·

χαῖρε, κήρυξ τῆς χάριτος.

῾Ο ἱερεύς:

Δι᾿ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

᾿Αμήν.
Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36
Άβαταρ μέλους
minos
Δημοσιεύσεις: 202
Εγγραφή: Τρί Ιούλ 31, 2012 3:39 pm
12
Τοποθεσία: Στάθης Θεσσαλονικιος

Re: Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από minos »

Eυχαριστουμε Φωτεινη.
"ου κατώκει εν μέσω της οικίας μου ποιών υπερηφανίαν"
Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2060
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
10
Τοποθεσία: Θεσσαλονίκη

Re: Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από Φωτεινή »

Χαιρετισμοί στον Άγιο Εφραίμ τον Μεγαλομάρτυρα και Θαυματουργό Νέας Μάκρης

Εικόνα

Κοντάκιον. Ἦχος πλ. δ΄. Τή Ὑπερμάχω
Ὥσπερ ἀστήρ νεοφανῆς ἠμίν ἀνέτειλας, τή φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτίσι πάσιν ἐκλάμπεις. Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοί προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοί• χαίροις Πάτερ μακάριε.

Ἄγγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καί ἔδειξας ἠμίν τήν χάριν (ἐκ γ'), δί ἤς εὐφραίνεις πάντα πιστόν, Ὁσιομάρτυς Ἐφραίμ θείου Πνεύματος, διο σέ μακαρίζοντες, ἀναβοῶμεν σοί τοιαύτα•
Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας• χαῖρε, ὁ ἄρτι σ' αὐτόν ἐκφήνας.
Χαῖρε, εὐφροσύνης καί ὁ παραίτιος, χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.
Χαῖρε, ἄστρον τό νεοφωτον Ἐκκλησίας τοῦ Χριστού• χαῖρε, ξίφος τό ἀμφίστομόν της μανίας τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ὁσίως ἐν ἀσκήσει ἐμπρέπεις• χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.
Χαῖρε, καινόν της πίστεως ἔρεισμα• χαῖρε, ἀπίστων φθορά καί ἄλγημα.
Χαῖρε, δί οὗ εὐσεβεῖς κραταιούνται• χαῖρε, δί' οὐ δυσσεβεῖς καταργοῦνται.
Χαίροις Πάτερ μακάριε.
Βίου σου τοῦ ὁσίου καί τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πάσι πρίν ἐτέλουν, ἄλλ ἀποκαλύψει θαυμαστή τῶν ἱερῶν σου
Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν•
Ἀλληλούϊα.

Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῶ τῷ ποικίλοις σέ δοξάσαντι θαύμασιν, Ἐφραίμ θεομακάριστε, δί ὧν εὐφραίνεις τούς βοώντας σοί•
Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων• χαῖρε, φωτός ἀΰλου θεάμων.
Χαῖρε, τῶν Ὁσίων ζηλώσας τήν ἄσκησιν• χαῖρε, τῶν Μαρτύρων ζηλώσας τήν ἄθλησιν.
Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκής• χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.
Χαῖρε, ὅτι τόν κόσμον νουνεχῶς ἀπηρνήσω• χαῖρε, ὅτι τά ἄνω θαυμαστῶς ἐπορίσω.
Χαῖρε, κοιμίσας τά κύματα• χαῖρε, νοός ὑψώσας τόν ἔρωτα.
Χαῖρε, Χριστοῦ γεωργῶν τήν ἀγάπην• χαῖρε, σατᾶν καταργῶν τήν ἀπάτην.
Χαίροις Πάτερ μακάριε.
Δόξαν τήν κεκρυμμένην, ἤν θεόθεν ἐκτήσω, Ἐφραίμ Ὁσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σέ ἐφανέρωσας, καί θαύμασιν ἐπιστωσας, τούς πιστῶς Κυρίω βοώντας• χριστιανος.gr
Ἀλληλούϊα.

Ἔλαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὀσίως• νῦν δέ τήν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις Λειψάνοις σου, Ἐφραίμ ἐν σοῖ χορεύουσαν καί βοώσαν σοί εὐφροσύνως•
Χαῖρε, ὁ λύχνος τῆς ἠσυχίας• χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.
Χαῖρε, ὁ εὐφράνας πιστῶν τήν διανοιαν• χαῖρε, ὁ αἰσχύνας ἀπίστων τήν ἄνοιαν.
Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τήν στολήν• χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τήν σήν ζωήν.
Χαῖρε, ὅτι ὑπέστης τήν ὁρμήν τῶν βαρβάρων• χαῖρε, ὅτι μετέσχες αἰδίων στεφάνων.
Χαῖρε, λαμπτήρ ὁσίας ἀσκήσεως• χαῖρε, πρηστήρ μανίας τοῦ χείρονος.
Χαῖρε, χαρά τῆς ἁγίας Μονῆς σού• χαῖρε, φωτός θησαυρός τρισηλίου.
Χαίροις Πάτερ μακάριε.
Ζάλην ἅπασαν λύων, καί χαράν πρυτανεύων, ἐπέστης τή σεμνή Ἡγουμένη καί ταύτη ἐδήλωσας σαφῶς, τίς εἰ οὐ τά σεπτά ὀστᾶ ἀνεύρατο, ἡ δέ ἔνθους γεγονυία, τή σή ἐκφάνσει Θεῶ ἔφη•
Ἀλληλούϊα.

Ἤκουσε τῆς φωνῆς σου, καί εἶδε σέ ὁμιλοῦντα, παμμάκαρ, ἡ ὤφθης τή Ἡγουμένη σοφέ, καί ταύτη τό σόν ὄνομα ἐδήλωσας, καί τέλος σου τό ἅγιον• διο ἐβόας σοί τοιαύτα•
Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὀσίοις• χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.
Χαῖρε, ὁ βιώσας ζωήν τήν ἰσάγγελον• χαῖρε, ὁ τρυγήσας καρπόν τόν ἀθάνατον.
Χαῖρε, στέφος χρυσοκόλλητόν της ἁγίας σου Μονής• χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.
Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας• χαῖρε, ὁ δί ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.
Χαῖρε, ἐχθροῦ πατήσας τήν δύναμιν• χαῖρε, Χριστοῦ πλουτήσας τήν ἔλαμψιν.
Χαῖρε, ψυχῶν ὁ καθαίρων τόν ρύπον• χαῖρε, πιστῶν ὁ εὐφραίνων τόν δῆμον.
Χαίροις Πάτερ μακάριε.
Θαύμασι παραδόξοις, καί πολλαῖς ἐμφανείαις, κάτ ὄναρ καί κάθ ὕπαρ ποικίλως, τήν σήν δόξαν πάσι φανεροῖς, ἤν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε• διο τήν σήν λαμπρότητα, θαυμάζοντες Θεῶ βοώμεν•
Ἀλληλούϊα.

Ἴασιν ἀναβλύζει, καί χαράν καί ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιούσι τή σή Μονή καί ζητούσιν Ἐφραίμ τήν σήν βοήθειαν• ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοώσι•
Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων, χαῖρε ἡ λύσις τῶν νοσημάτων. χριστιανος.gr
Χαῖρε, ὁ κάτ ὄναρ καί ὕπαρ φαινόμενος• χαῖρε, ὁ κινδύνων παντοίων ρυόμενος.
Χαῖρε, ὅτι τούς καλοῦντας σέ ἁγιάζεις μυστικώς• χαῖρε, ὅτι τούς ὁρώντας σέ ἐπευφραίνεις θαυμαστῶς.
Χαῖρε, ὁ θεραπεύων τά ἀνίατα πάθη• χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τά ἄχθη.
Χαῖρε, ὁ ὀφθεῖς πολλοῖς ὡς ἠθέλησας• χαῖρε, ὁ διδούς χαράν οὖς ἐπέλεξας.
Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ• χαῖρε, ἠμῶν θερμός ἀντιλήπτωρ.
Χαίροις Πάτερ μακάριε.
Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχάς• ἔνθεν πλεῖστοι τή Μονή σου προστρέχουσι, καί δρέπονται τήν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοώντες•
Ἀλληλούϊα.

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεῖς τή Ἐκκλησία Χριστοῦ, τή ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρώην τελῶν ἄγνωστος, καί πάντας συγκινεῖς βοάν σοί•
Χαῖρε, ἡ στήλη ὁσίων πόνων• χαῖρε, τό κλῆμα ἐνθέων νόμων.
Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεοφωτος• χαῖρε, Ἐκκλησίας κρηπίς ἡ νεότευκτος.
Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικών• χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.
Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης• χαῖρε, ὅτι ἐνδόξως τῷ Κυρίω μετέστης.
Χαῖρε, Χριστοῦ ὁρῶν τήν λαμπρότητα• χαῖρε, αὐτοῦ ὑμνῶν τήν χρηστότητα.
Χαῖρε, ψυχῆς τήν ἀνδρείαν ἐκφαίνων• χαῖρε, ἐχθρῶν τήν μανίαν ἐκτρέπων. χριστιανος.gr
Χαίροις Πάτερ μακάριε.
Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπό τήν γῆν θεοφόρε, ἀρτίως εὐδοκία Θεοῦ, ἐγνώσθης ἠμίν ὡς θησαυρός ἅγιος, Ἐφραίμ καί τή σή χάριτι, πλουτίζεις τούς Χριστῷ βοώντας•
Ἀλληλούϊα.

Νέος ἥλιος ὤφθης, τή Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτίσι, καί λύεις τήν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τή πρεσβεία σου. Ἀλλά καί ἠμίν Ὅσιε ἀεί βοώσι•
Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης• χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.
Χαῖρε, τῶν νοσούντων θεοσδοτος ἴασις• χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.
Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητά• χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καί θεοφρον ἀθλητά.
Χαῖρε, ὁ τή ἀσκήσει τήν ἄθλησιν συνάψας• χαῖρε, ὁ ἐν τή δόξη τή ἄνωθεν ἐκλάμψας.
Χαῖρε, παθῶν ὁ λύων τήν ζόφωσιν• χαῖρε, καλῶν ὁ φαίνων τήν ὄνησιν.
Χαῖρε, ὀφρύν τῶν βαρβάρων πατήσας• χαῖρε, στερρῶς τόν ἀγώνα ἀνύσας.
Χαίροις Πάτερ μακάριε.
Ξένη πέλει ἡ χάρις, ἤν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σέ πάσιν• ἔνθεν εἰς πάσαν τήν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἐξέδραμε, καί πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῶ βοώντες•
Ἀλληλούϊα.

Ὅλος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τή θεία Μονή σου, καί φαίνη διαφόρω μορφή τοῖς καθαροῖς τή καρδία ἐν Πνεύματι, καί νέμεις χάριν ἄφθονον, τοῖς πόθω σοῖ βοώσι•
Χαῖρε, τό κλέος τῶν μοναζόντων• χαῖρε, ὁ στύλος τῶν ὀρθοδόξων.
Χαῖρε, τῆς ἀΰλου εὐκλείας θησαύρισμα• χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.
Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκής• χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.
Χαῖρε, ἅγιον θύμα δί ἀθλήσεως θείας• χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.
Χαῖρε, ζωῆς ὁσίας ὀσφράδιον• χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον. χριστιανος.gr
Χαῖρε, ἀστήρ ἐν τῷ ὄρει Ἀμώμων• χαῖρε, κανών πρακτικός μονοτρόπων.
Χαίροις Πάτερ μακάριε.
Παραλύτους συσφίγγεις, δαιμονώντας ἰᾶσαι, καί πλήθη τά δυσίατα παύεις• ἐντεῦθεν Ἀθηναίων πληθύς, καί Πειραιεῖς καί περιχώρων ὅμιλοι, τή σή Μονή Πάτερ σπεύδουσιν, ὑμνοῦντες σέ καί βοώντες•
Ἀλληλούϊα.

Ρημάτων σου τῶν θείων, ὡς σέ εἶδεν, ἐκλάμποντα ἐν δόξη ἀΰλω ἡ εὐσεβής νεάνις σοφέ, καί τήν σήν προστασίαν ὠμολόγησεν, ἤν παρέχεις τή σή μονή βοῶσι σοί τοιαύτα•
Χαῖρε, Ὁσίων καύχημα νέων χαῖρε• Μαρτύρων εὔκλειαν φέρων.
Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος• χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.
Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπώς• χαῖρε, ὅτι τόν παράλυτον ἠνόρθωσας θαυμαστῶς.
Χαῖρε, κεφαλαλγίας διαλύσας τό βάρος• χαῖρε, τοῦ διαβήτου καταπαύσας τό πάθος.
Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον• χαῖρε, πιστῶν διάδημα τίμιον.
Χαῖρε, Ἐφραίμ ἀσκητῶν ὡραιότης• χαῖρε, εἰκών μοναστῶν καί λαμπρότης.
Χαίροις Πάτερ μακάριε.
Σέ, ὀράσει ἁγία καί κάτ ὄναρ καί ὕπαρ, ἐν τή σή μάνδρα περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καί εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σέ κηρύττουσαι, καί τῷ Θεῶ ὁμού βοώσαι•
Ἀλληλούϊα.

Τό οὐράνιον μύρον, τή ψυχή θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καί εὐωδία μυρεψική τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τούς εὐλαβῶς σοί ἐκβοώντας•
Χαῖρε, τῆς χάριτος μυροθήκη• χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη. χριστιανος.gr
Χαῖρε, ἀφθαρσίας εὐώδης παραδεισος• χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.
Χαῖρε, ὅτι καταβέβληκας τόν ἀντίπαλον ἐχθρόν• χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τόν Χριστόν.
Χαῖρε, ὁ ὑπό χθόνα πλεῖστα ἔτη τελέσας• χαῖρε, ὁ θεία νεύσει ἐκ τῆς γής ἀναλάμψας.
Χαῖρε, ψυχῶν καθαίρων τούς μώλωπας• χαῖρε, δεινῶν ἐκκαίνων τούς σκόλοπας.
Χαῖρε, ἀεί τάς ἰάσεις παρέχων• χαῖρε, ἠμῶν ἀεί προστατεύων.
Χαίροις Πάτερ μακάριε.
Ὕμνησαν τόν Σωτήρα, τή εὐρέσει θεοφρον, τῶν θείων καί πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεῖ, ὅτι ταῦτα ἀσινή διετήρησεν, ὑπό τήν γῆν χρόνοις πλείοσιν, ἅ τιμῶντες Ἐφραίμ βοώμεν•
Ἀλληλούϊα.

Φύλαττε τήν Μονήν σου ἀπό πάσης ἀνάγκης, τή σῆ πρός τόν Σωτήρα πρεσβεία, καί δίδου ταύτη πάτερ Ἐφραίμ, τά τῆς εὐλογίας τῆς σῆς δωρήματα• ἰδού γάρ τή σῆ χάριτι, προστρέχει ἀεί ἐκβοώσα•
Χαῖρε, ἠμῶν τό ἄρρηκτον τείχος• χαῖρε, πιστῶν ἀτίνακτος πύργος.
Χαῖρε, τῆς Μονῆς σου φρουρός ἀσφαλέστατος• χαῖρε, τῶν τεκνίων σου φύλαξ καί ἔφορος.
Χαῖρε, στήριγμα θεοσδοτον εὐλαβῶν μοναζουσών• χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.
Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τάς αἰτήσεις• χαῖρε, ὅτι προσδέχη σῶν υἱῶν τάς δεήσεις.
Χαῖρε, ἠμίν ἐκφαίνων τά κρείττονα• χαῖρε, ἀεί ἐκτρέπων τά χείρονα. χριστιανος.gr
Χαῖρε, Χριστῷ ὑπέρ πάντων πρεσβεύων• χαῖρε, παθῶν τήν ἐνέργειαν φλέγων.
Χαίροις Πάτερ μακάριε.
Χάριτας ἀναβλύζεις, καί πολλήν εὐφροσύνην, καί θείαν ἀγαλλίασιν Πάτερ, καί εὐφραίνει ἠμῶν τάς ψυχᾶς, καί καθαγιάζει ὁμού τά σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τή Τριάδι•
Ἀλληλούϊα.

Ψάλλοντες ἐν αἰνέσει, τούς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τήν δοθεῖσαν σοί χάριν καί παρεστῶτες τή σή σορῶ, τήν προστασίαν σου ἐπιβιώμεθα, ἤν δίδου ἠμίν Ἅγιε, ὡς ἄν ἀεί σοί ἐκβοώμεν•
Χαῖρε, ἰσότιμος τῶν Ὀσίων• χαῖρε, συνόμιλος τῶν Μαρτύρων.
Χαῖρε, ἀϊδίων στεφάνων ὁ μετοχος• χαῖρε, τρισηλίου ἐλάμψεως ἔμπλεως.
Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονής• χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας• χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.
Χαῖρε, δί οὗ ἀνίας ρυσθήσομαι• χαῖρε, δί οὗ παθῶν ἰαθήσομαι.
Χαῖρε, πιστῶν πρός Χριστόν ὁ μεσίτης• χαῖρε, καμού ἐν ταῖς θλίψεσι ρύστης.
Χαίροις Πάτερ μακάριε.
Ὤ τρισόλβιε πάτερ, Ἐφραίμ Ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σύν αὐτοῖς δυσώπει τόν Χριστόν, ὡς ἄν ποικίλων ρυόμεθα θλίψεων, καί ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῶ βοώντες•
Ἀλληλούϊα.

Καί αὔθις τό Κοντάκιον. Ἦχος πλ. δ΄. Τή ὑπερμάχω
Ὥσπερ ἀστήρ νεοφανῆς ἠμίν ἀνέτειλας, τή φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καί θαυμάτων ταῖς ἀκτίσι πάσιν ἐκλάμπεις. Ἀλλά πλήρου τά αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοί προσιόντων Ἐφραίμ Ἅγιε, καί βοώντων σοί• χαίροις Πάτερ μακάριε.

Δίστιχον
Ἐφραίμ χαράν δίδου μοί τήν οὐρανίαν Γερασίμω χαῖρε σοί ἀναβοώντι.
Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36
Άβαταρ μέλους
ΕΛΙΣΑΒΕΤ
Δημοσιεύσεις: 380
Εγγραφή: Κυρ Δεκ 15, 2013 2:34 pm
10
Τοποθεσία: Έλλη, Εύοσμος Θεσ/νίκης

Re: Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από ΕΛΙΣΑΒΕΤ »

ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ ΟΙΚΟΙ ΕΙΣ ΤΟΝ ΑΠΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΦΑΝΟΥΡΙΟΝ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ

(Ποίημα Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης)


Ὁ θρόνῳ παριστάμενος Φανούρις τῆς δόξης,
Φωτί σου με καταύγασον ἐν ὕμνοις σὲ δοξάζομεν.

Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Τὸ προσταχθέν.
Τὸν τοῦ Χριστοῦ μεγαλώνυμον ὁπλίτην, τὸν ἀνδρικῶς τοὺς δυσμενεῖς καταβαλόντα, ἐν αἰκίσεσι πάλαι καὶ σκληραῖς βασάνοις ἐσχάτως φανερωθέντα δὲ θαυμαστῶς, καὶ πλήθει αὐτοῦ θαυμάτων σθένος Θεοῦ· μαρτυροῦντα τὸ ἄμαχον, ἐν ἐγκωμίων ᾠδαῖς, τιμήσωμεν κραυγάζοντες· Χαίροις Μάρτυς Φανούριε.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν ἀριστέων τοῦ Χριστοῦ τὸ ἐγκαλλώπισμα, τῆς ἐκκλησίας ἀδιάσειστον ἑδραίωμα, τὸ θησαύρισμα τῆς Ῥόδου καὶ μέγα κλέος. Φωταυγείας οὐρανίου τὸν φερώνυμον, καὶ θαυμάτων θεῖον πρόβολον τιμήσωμεν ἀνακράζοντες· Χαίροις Μάρτυς Φανούριε.

Αἵμασι θεηγόροις εὐφημήσωμεν πάντες Φανούριον τὸν μέγαν ὁπλίτην (Ἅγιε Μεγαλομάρτυς Φανούριε πρέσβευε ὑπὲρ ἡμῶν) (γ΄). Σταυροῦ γὰρ πανοπλίαν ἐνδυσάμενος ἀήττητον, Θεὸν τὸν παντοδύναμον ἐν νίκαις ἱεραῖς ἐδόξασε, τὸ Ὄνομα Αὐτοῦ τὸ Ἅγιον μεγαλύνων. Διὸ ἡμεῖς, τὴν ἔνδοξον αὐτοῦ μεγαλωσύνην ψάλλοντες, βοῶμεν ἐκτενῶς τοιαῦτα·
Χαίροις ὁ Μάρτυς τῆς ἀληθείας·
χαίροις ὁ στῦλος τῆς καρτερίας.
Χαίροις τοῦ Παμβασιλέως ὁ γενναῖος στρατηγός·
χαίροις τοῦ Δεσπότου πάντων ὑπηρέτης ὁ πιστός.
Χαίροις σὺ ὁ ταπεινώσας φάλαγγας δαιμονικάς·
χαίροις σὺ ὁ ἐκνικήσας παρατάξεις ἐχθρικάς.
Χαίροις ὁ τῆς ἀθεΐας λύσας σκότος τὸ βαθύ·
χαίροις Φῶς ὁ διαλαμπῶν τοῦ Χριστοῦ τοῖς ἐν τῇ γῆ.
Χαίροις τὸν πικρὸν χειμῶνα ἀπελαύνων τῆς ἀγνοίας·
χαίροις ἔαρ ὁ μηνύων πίστεως τῆς παναγίας.
Χαίροις ὁ τῆς Ἐκκλησίας παμφαέστατος φωστήρ·
χαίροις Ῥόδου εὐκοσμία καὶ ἀχείμαστος λιμὴν.
Χαίροις Μάρτυς Φανούριε.



Βέλη τῆς κακίας πάσης τοῦ ἀρχαίου πτερνιστοῦ, ἔσβεσας τῇ σῇ ἐνστάσει καὶ ἀνδρείᾳ Ἀθλητά. Ὅθεν δρόσον ἀπολαύσας Πνεύματος τοῦ Παντουργοῦ, τὰς ψυχὰς ἡμῶν ἀρδεύεις ὦ Φανούριε ἀεί, τῶν ἐκ πόθου σὲ τιμώντων καὶ ψαλλόντων τῷ Θεῷ·
Ἀλληλούϊα.

Γύμνωσιν ὁ ὄφις πάλαι τῆς ἀρχαίας καλλονῆς, προεξένησεν ἀνθρώποις τῇ δολίᾳ συμβουλῇ. Τοῦτον Μάρτυς ἐξέδυσας ἐν ἀγῶσι θαυμαστοῖς, ἔδειξας Θεοῦ τὸ σθένος καὶ τὴν ἄμαχον ἰσχύν, καὶ Αὐτοῦ τὰ μεγαλεία ὦ Φανούριε τρανοῖς. Διὸ μέλπομεν ἐκ πόθου τὰ ἐξαίσια τὰ σά, ἐκβοῶντες ἐκ καρδίας ταῦτα σοι χρεωστικῶς·
Χαίροις ὁ λύχνος τῆς εὐσεβείας·
χαίροις ὁ πρόβολος τῆς ἀνδρείας.
Χαίροις τῆς πίστεως ἡ λαμπρότης·
χαίροις Μαρτύρων ἡ ὡραιότης.
Χαίροις τοῦ Ἀγωνοθέτου στρατιώτης εὐπειθής·
χαίροις τοῦ Ἀγαθοδότου φίλος ὁ πανευπρεπής.
Χαίροις πίστεως ἀμώμου ἡ τιμία λαμπηδών·
χαίροις τῆς Χριστοῦ ἀγάπης ἡ σεβάσμιος εἰκών.
Χαίροις ὁ προσκαρτερήσας τῆς καμίνου τὴν πυράν·
χαίροις ὁ κληρονομήσας τὴν εὐφρόσυνον χαράν.
Χαίροις τῶν Ἀγγελικῶν ταγμάτων ἡ καλλίστη θυμηδία·
χαίροις τῶν Ῥοδίων δόξα καὶ ὑψίστη κληρουχία.
Χαίροις Μάρτυς Φανούριε.

Δίψει θείου Μαρτυρίου συνεχόμενος, σπουδῂ ηὐτομόλεις ἐν σταδίῳ τὸν Χριστὸν ὁμολογεῖν, καὶ βασάνους ἐκαρτέρεις γενναιόφρονι ψυχῇ. Ὡς ὁ Παῦλος δὲ ἐβόας, τὸν Χριστὸν μόνον ἐρῶ καὶ αὐτοῦ τὴν Βασιλείαν τὴν αἰώνιον διψῶ. Ὅθεν ἀριστεύσας μέγα, ὦ Φανούριε κλεινέ, πάντας συγκαλεῖς ὑμνῆσαι τὸν Θεὸν τὸν ἀληθῆ καὶ συμψάλλειν τοῖς Ἀγγέλοις Τούτῳ τὴν καινὴν ῷδήν·
Ἀλληλούϊα.

Ἔστης ὡς στεῤῥὸς ἀδάμας καρτερῶν τοὺς ῥαβδισμούς, τὰς αἰκίσεις τῆς σαρκός σου, λίθων τε ἐπιφοράς, τοῦ Δεσπότου σου τὸ πάθος ἐνθυμούμενος ἀεί. Τούτῳ πρέσβευε ἀπαύστως, ὢ Φανούριε, ἡμῖν δοῦναι σθένος τοῦ νικήσαι πάθη τὰ φθοροποιὰ καὶ σαρκὶ συσταυρωθῆναι, ἵνα ζήσωμεν Αὐτῷ καὶ βοήσωμεν συμφώνως κατὰ χρέος σοι ἀεί·
Χαίροις τὸ βέλος τοῦ πολεμίου·
χαίροις τὸ κέντρον τοῦ ἀλλοτρίου.
Χαίροις ὁ διατρανώσας τοῦ Θεοῦ ἡμῶν ἰσχύν·
χαίροις ὁ καταγελάσας τῶν τυράννων τὴν ὀφρύν.
Χαίροις ὅπλον ὁ πλουτήσας τὸν ἀήττητον Σταυρόν·
χαίροις ὁ ἐκδειματήσας τῶν δαιμόνων τὸν στρατόν.
Χαίροις ὁ ἐγκαρτερήσας ἐν εἱρκτῇ τῇ σκοτεινῇ·
χαίροις ὁ φωταγωγήσας ταῖς ἀκτῖσί σου τὴν γῆν.
Χαίροις ἀγωνιζομένων πρόμαχος ὁ εὐσθενής·
χαίροις τῶν ἐν περιστάσει παραστάτης συμπαθής.
Χαίροις ὁ καταγλαΐσας τῶν Μαρτύρων τὸν χορόν·
χαίροις ὁ καταφραιδρύνας οὐρανὸν τὸν νοητόν.
Χαίροις Μάρτυς Φανούριε.

Ζώσας τὴν ὀσφύν σου Μάρτυς τῇ ἰσχύϊ τοῦ Θεοῦ, πανοπλίαν τε φορέσας πίστεως τὴν ἀῤῥαγῆ, καὶ κρατῶν ἐν ταῖς χερσί σου τὸν Πανάγιον Σταυρόν, κατηδάφισας εἰς τέλος παρατάξεις τῶν ἐχθρῶν. Ὅθεν ηὔφρανας Ἀγγέλων ὢ Φανούριε χορούς, φίλους τούτους τε ποιήσας καὶ συνόμιλος ὀφθείς, ψάλλεις σὺν αὐτοῖς ἀπαύστως τὴν τρισάγιον ᾠδήν·
Ἀλληλούϊα.

Ἡ τοῦ Παρακλήτου χάρις ἐνοικήσασα ἐν σοί, τῶν γηΐνων πάντα πόθον ἐφλεξε σοι ἀληθῶς καὶ ἐρᾶν σε κατηξίου τῶν μελλόντων ἀγαθῶν. Ὅθεν ἀλογήσας πάντῃ φθειρομένης σοῦ σαρκός, πρὸς ἀγῶνας ὑπεισῆλθες ὢ Φανούριε στεῤῥούς, καὶ διάδημα τῆς νίκης ἐκομίσω τὸ λαμπρόν. Διὰ τοῦτο πλέκομέν σοι στέφος ὕμνων ἱερόν, λέγοντες σοι ἀσιγήτως ταῦτα χείλεσι ψυχῆς·
Χαίροις ὁ φίλος τοῦ Ζωοδότου·
χαίροις ὁ λύχνος τοῦ Φωτοδότου.
Χαίροις τῆς Σιὼν τῆς ἄνω πολυτίμητος ὄλβος·
χαίροις τῶν κινδυνευόντων ὁ ἀχείμαστος ὅρμος.
Χαίροις ῥόδον τὸ εὐῶδες Πνεύματος τοῦ Παντουργοῦ·
χαίροις ἄνθος τὸ ὡραῖον πίστεως ὑπερτελοῦς.
Χαίροις σκεῦος τῶν χαρίτων, ἐξαισίων πλησμονή·
χαίροις βρύσις τῶν θαυμάτων καὶ ἀείῤῥυτος πηγή.
Χαίροις ὅτι προλαμβάνεις τοὺς ἐν θλίψεσιν ἀεὶ·
χαίροις ὅτι ἐπακούεις τῶν φωνούντων σε ταχύ.
Χαίροις τοῦ Χριστοῦ Μαρτύρων λαμπροτάτη κορωνίς·
χαίροις τῶν πιστῶν τὸ τεῖχος καὶ ἀνίκητος ἀσπίς.
Χαίροις Μάρτυς Φανούριε.

Θυρεὸν τῆς εὐσεβείας τὸν ἀλύγιστον λαβῶν καὶ τὸ δόρυ τῆς ἐλπίδος καὶ τῆς πίστεως κρατῶν, θώρακά τε τῆς ἀγάπης τοῦ Κυρίου ἐνδυθείς, οὐκ ἐκάμφης ἀλγηδόσιν ἀνυποίστοις Ἀθλητά. Ἀλλὰ μείνας ὡς ἀδάμας μέχρι τέλους καρτερός, ὢ Φανούριε ἀνυμνεὶς τῶν δυνάμεων Θεόν. Τούτῳ ἐκβοὼν ἐν πᾶσι τὴν νικοποιὸν ᾠδήν·
Ἀλληλούϊα.

Ἴνδαλμα σαθρὸν τῆς πλάνης, ἀληθείας τῷ πυρὶ ἀπημαύρωσας εἰς τέλος τοῦ Κυρίου Ἀθλητά, τοῦ Θεοῦ ἡμῶν τὸ σθένος τοῖς ἀθέοις φανερῶν. Ὅθεν καὶ ἡμεῖς χορείαν συστησάμενοι καινήν, ἀνυμνοῦμεν μεγαλεία ὢ Φανούριε τὰ σὰ καὶ προθύμως ἐκβοῶμεν ταῦτα σοι ἀπὸ ψυχῆς·
Χαίροις ὁ πύργος τῆς ἐκκλησίας·
χαίροις ὁ λίθος Σιὼν ἁγίας.
Χαίροις τοῦ χαλκοῦ καὶ σιδήρου στεῤῥότερος·
χαίροις τοῦ γεώδους χρυσίου λαμπρότερος.
Χαίροις ὁ ὑπερυψώσας συμμαχίαν τοῦ Θεοῦ·
χαίροις ὁ ἐκμηδενίσας παρατάξεις τοῦ ἐχθροῦ.
Χαίροις τοῦ Χριστοῦ ὁ στάχυς σῖτον δίδων ἱερὸν·
χαίροις τῆς ἀμπέλου βότρυς οἶνον στάζων μυστικόν.
Χαίροις ὅτι σεαὐτὸν εἰργάσω ἱερεῖον τῷ Θεῷ·
χαίροις ὅτι τὰς καρδίας ἱλαρύνεις τῶν πιστῶν.
Χαίροις τοῦ Χριστοῦ τὸ σπέρμα, ἐκκλησίας ὁ βλαστός·
χαίροις οἰκουμένης πάσης ἐνδοξότατος καρπός.
Χαίροις Μάρτυς Φανούριε.

Κῆρυξ τοῦ Θεοῦ ἐγένου ὢ Φανούριε τρανὸς Μαρτυρίου γὰρ ὁ λόγος εἰς τὰ πέρατα τῆς γῆς ἐξελήλυθε καὶ ἔθνη συνεκάλεσε ὑμνεῖν τὸν Θεὸν τὸν ἐν Ἁγίοις δοξαζόμενον Αὐτοῦ καὶ τὴν ἐξουσίαν δόντα τοῦ καταπατεῖν ἡμᾶς κάραν τοῦ ἐχθροῦ δολίαν καὶ τοῦ ὄφεως ἰσχύν. Τούτῳ αἶνον ἐκ καρδίας πάντες πλέξωμεν καινόν, ᾄδοντες ὡς Παντουργέτῃ ἐπινίκιον ωδήν·
Ἀλληλούϊα.

Λαμπηδόσι Μαρτυρίου κατηγλάϊσας τὴν γῆν καὶ ἀκτῖσι τῶν σῶν ἄθλων ηὔγασας χοροὺς πιστῶν. Ὅθεν φωτισμοῦ ἀῤῥήτου ἐμπλησθέντες καὶ ἡμεῖς, Φωτοδότου ἀνυμνοῦμεν ὑπεράρχιον ἀρχήν, σὲ τιμῶντες ὁμοφρόνως ὢ Φανούριε κλεινέ, ψάλλομεν σοι ἀκορέστως ταῦτα ἐν μιᾷ ψυχῇ·
Χαίροις ἀήττητε πανοπλῖτα·
χαίροις πανένδοξε στεφανῖτα.
Χαίροις τοῦ Κυρίου δρομεὺς εὐσθενέστατος·
χαίροις ἀλλοτρίου ἐχθρὸς ἀκαταίσχυντος.
Χαίροις ἀθλημάτων τῶν τιμίων ἀλεῖπτα·
χαίροις τῶν ἀγώνων τῶν ἐνθεωτάτων πύκτα.
Χαίροις ὅτι τῶν βραβείων ἔτυχες τῶν ἀθανάτων·
χαίροις ὅτι τῶν στεφάνων ἀπολαύεις τῶν ἀφθάρτων.
Χαίροις τῶν ἐν ἀσθενείᾳ συμπαθέστατος ἀκέστωρ·
χαίροις τῶν ἐν περιστάσει ὀξυδρόμος ἀντιλήπτωρ.
Χαίροις κτίσεως ἁπάσης τηλαυγέστατος φωστήρ·
χαίροις Ῥόδου τὸ σεμνεῖον καὶ ὑπέρφωτος ἀστὴρ.
Χαίροις Μάρτυς Φανούριε.
Μέλεσι σαρκός σου θείας καθυπέστης ἀλγεινός· προσεδέθης γὰρ μαγγάνῳ καὶ ἐξέσθης τὰς πλευράς, καιομέναις δὲ λαμπάσι κατεφλέχθης Ἀθλητά, λίθον δὲ βαρὺν ἐβάστας γενναιόφρονι ψυχῇ. Ὅθεν καθαρθεὶς ἐν τούτοις ὡσεὶ δόκιμος χρυσός, νῦν ἐκλάμπεις παραδόξως ὢ Φανούριε ἐν γῆ, πάντας προσκαλῶν ὑμνῆσαι ἀριστείας σου τρανὰς καὶ Θεῷ ἀναβοῆσαι χαρμοσύνως τὴν ᾠδήν·
Ἀλληλούϊα

Νόμον ἐκπληρῶν Δεσπότου, ὃν ἐπόθεις ἐκ παιδός, νεανίας ὡς ὡραῖος ἠκολούθησας Αὐτὸν καὶ ποτήριον προθύμως ἔπιες μαρτυρικόν. Ὅθεν σὲ εἰς εὐωχίαν συνεκάλεσεν καινήν, ἐν τραπέζῃ οὐρανίῳ Βασιλείας τῆς Αὐτοῦ, ἀπολαύειν εἰς αἰῶνας τῆς χρηστότητος Αὐτοῦ. Καὶ ἡμᾶς καλεῖ ἐν δόξῃ δαιτυμόνας ὡς φαιδρούς, ὢ Φανούριε τοῦ μέλπειν τὰ θαυμάσια τὰ σὰ καὶ βοῆσαί σοι ἐκθύμως ταῦτα στόματι ἑνί·
Χαίροις ὁ μέγας ἐν Ἀθλοφόροις·
χαίροις πολύαθλος ἐν ἀγῶσιν.
Χαίροις τοῦ Δεσπότου φίλος πιστότατος·
χαίροις τοῦ Ὑψίστου υἱὸς ποθεινότατος.
Χαίροις ὁ τῆς ἐκκλησίας μαργαρίτης χρυσαυγής·
χαίροις οἰκουμένης πάσης φρυκτωρὸς ἀειλαμπής.
Χαίροις ὅτι παῤῥησίᾳ τῷ Θεῷ ἡμῶν πρεσβεύεις·
χαίροις ὅτι ὑπὲρ πάντων εὐπροσδέκτως ἱκετεύεις.
Χαίροις αἰχμαλώτων ῥύστα πάντων τε προασπιστά·
χαίροις ἀρωγὲ τῶν ἐν ἀνάγκαις, ὁ ποιῶν τὰ θαυμαστά.
Χαίροις τῶν Μαρτύρων δόξα, Ἀθλητῶν ἡ καλλονή·
χαίροις Ἐκκλησίας κλέος καὶ ὁλόφωτος κρηπίς.
Χαίροις Μάρτυς Φανούριε.

Ξένον θέαμα ὠράθη ἐν ἐσχάτοις τοῖς καιροῖς· ἐν τῇ νήσῳ γὰρ τῆς Ῥόδου, ὡς θησαύρισμα σεπτόν, ἡ εἰκὼν ἡ σὴ εὑρέθη ἐν χαλάσματι Ναοῦ. Ὅθεν πάντες ἐκπλαγέντες τῷ θεάματι τῷ σῷ, σὺν Ἀρχιερεῖ τιμίῳ, ὢ Φανούριε κλεινέ, ἐψαλλον μεγαλοφώνως ὕμνον σοι θεοτερπῆ, λέγοντες ἀπὸ βαθέων τὴν χαρμόσυνον ᾠδήν·
Ἀλληλούϊα.

Οὐρανῶν ταξιαρχίαι ἐθαμβήθησαν ἐν σοί, ἐνορώσαι σοὺς ἀγῶνας τοὺς γενναίους καὶ μακροὺς καὶ τὸ ἄκαμπτον ψυχῆς σου τῆς ἀνδρείας Ἀθλητά. Ὅθεν στέφος ἐπετίθουν σῆ τιμίᾳ κορυφῆ, ἐκ χειρὸς τοῦ Ζωοδότου, Ὃν λατρεύουσιν ἀεί. Καὶ ἡμεῖς λατρείαν θείαν ἄγοντες καὶ λογικήν, ὢ Φανούριε βοῶμεν ταῦτα σοι χαρμονικῶς·
Χαίροις ἀήττητος ἐν ἀθλήσει·
χαίροις ὑπέρφωτος ἐν δράσει.
Χαίροις Ἀγγέλων φαιδρὸν ἀγαλλίαμα·
χαίροις πιστῶν τὸ ἀσάλευτον στήριγμα.
Χαίροις ὅτι κατηδάφισας τῶν εἰδώλων τοὺς βωμούς·
χαίροις ὅτι κατεκόσμησας ὀρθοδόξων τοὺς ναούς.
Χαίροις ὁ θερμῶς ἐν ἀνάγκαις προφθάνων·
χαίροις ὁ ταχὺ τῶν φωνούντων ἀκούων.
Χαίροις Ἥλιον τῆς δόξης ὁ μηνύων τηλαυγῶς·
χαίροις φῶς τοῖς ἐν τῷ σκότει ὁ ἐμφαίνων ἱλαρῶς.
Χαίροις ὁ ἑξανατείλας ὡσεὶ ῥόδον ἐκ τῆς γῆς·
χαίροις ὁ κατευλόγησας τῶν Ῥοδίων τὴν πληθύν.
Χαίροις Μάρτυς Φανούριε.

Πύργος πέλεις τῆς ἰσχύος καὶ δυνάμεως Θεοῦ, καὶ πιστῶν χοροὺς στηρίζεις ἐν τῇ πίστει τῇ ὀρθῇ. Ἐδρασθεὶς γὰρ τὴν καρδίαν ἐν τῇ πέτρᾳ τῆς ζωῆς καὶ τοὺς πόδας σου στηρίξας ἐν ταῖς θείαις ἐντολαῖς, Μαρτυρίου διεξῆλθες τραχυτάτην στενωπὸν καὶ ἐπέφθασας εἰς τέλος ὢ Φανούριε λαμπρόν. Ὅθεν καὶ ἡμεῖς στεφάνους πλέκοντές σοι ἐξ ᾠδῶν, οὑ παυόμεθα προσάδειν πόθῳ σοι ἐν ἀληθεῖ·
Ἀλληλούϊα.

Ῥόδου νῆσος ἡ τιμία τῷ ναῷ σου τῷ σεπτῷ ἐπαγάλλεται ἀμέτρως καυχωμένη ἐν χαρᾷ. Ἐξ αὐτῆς γὰρ ὥσπερ ἄστρον ἑξανέτειλας φαιδρὸν καὶ τῇ Οἰκουμένῃ πάσῃ τὰς ἀκτῖνας ἐφαπλοῖς. Ὅθεν κόρας αὐγασθέντες τῆς καρδίας καὶ ἡμεῖς καὶ λαμπόμενοι φωτί σου, ὢ Φανούριε ἀεί, ἐκβοῶμεν σοι συμφώνως ταῦτα πάντα ἐν σπουδῇ·
Χαίροις Μαρτύρων ἡ ὡραιότης·
χαίροις Ἀθλούντων ἡ κοσμιότης.
Χαίροις τῶν θαλαττευόντων ἡ γαλήνιος ἀκτίς·
χαίροις τῶν χειμαζομένων θεοπρόβλητος πυξίς.
Χαίροις ὁ τοῦ Φωτοδότου παμφαέστατος λύχνος·
χαίροις ὁ τοῦ Παρακλήτου φωτεινότατος δόμος.
Χαίροις ὅτι ἠχμαλώτευσας ἀοράτους δυσμενεῖς·
χαίροις ὅτι ἠλευθέρωσας αἰχμαλώτους ἱερεῖς.
Χαίροις ὁ κηρύττων ἄθλοις τὸν Θεὸν τὸν Δυνατόν·
χαίροις ὁ ἐμφαίνων κόσμῳ τοῦ Φωτὸς τὸν χορηγόν.
Χαίροις τῇ σαρκί σου πάθη ὁ βαστάσας ἀλγεινά·
χαίροις σαῖς πρεσβείαις πάθη παύων πᾶσι ψυχικά.
Χαίροις Μάρτυς Φανούριε.



Σέλας καθορᾷς τὸ θεῖον σὺν Ἀγγέλων στρατιαῖς, καὶ παρίστασαι τῷ Θρόνῳ φωτοδότιδος πηγῆς, κάλλους θείου ἀπολαύων παραδείσου ἐν αὐλαῖς. Τούτῳ δὲ καθικετεύειν ὢ Φανούριε θερμῶς μὴ ἐλλείπῃς ὑπὲρ πάντων τῶν τιμώντων σου πιστῶς, μνήμην τὴν ἱερωτάτην καὶ βοώντων τῷ Θεῷ ἐν ψυχὴ ἀγαλλομένῃ ἀκατάπαυστον ᾠδήν·
Ἀλληλούϊα.

Τρόπαια τῆς θείας νίκης ἔστησας πανευκλεῆ, μεγαλύνας ἀριστείαις ταῖς λαμπραῖς σοῦ τὸν Θεὸν καὶ εὐφράνας Τοῦτον μέγα, Τροπαιοῦχε Ἀθλητά. Καὶ ἡμεῖς ἀνδραγαθίας τὰς πολλὰς σοῦ ἀληθῶς, ὢ Φανούριε γενναῖε ἀνυμνοῦντες εὐσεβῶς, λέγομέν σοι ἐκ καρδίας ταῦτα πάντα θαυμαστῶς·
Χαίροις πανένδοξε Ἀθλοφόρε·
χαίροις γενναῖε τροπαιοφόρε.
Χαίροις τῶν παλαισμάτων τὸ στεῤῥότατον χαλκεῖον·
χαίροις πίστεως ἀμώμου τὸ πανίερον σεμνεῖον.
Χαίροις γέρα τῶν ἀγώνων κομισάμενος σπουδῇ·
χαίροις δόξης τῆς ἀγήρω ὁ κτησάμενος στολήν.
Χαίροις πόνους ὑπομείνας γενναιόφρονι ψυχῇ·
χαίροις εὐφροσύνης θείας ἀπολαύων ἐν τρυφῆ.
Χαίροις γῆν ὁ ἀγλαΐσας ταῖς τῶν ἄθλων σου σειραῖς·
χαίροις οὐρανοὺς κοσμήσας παραστάσεσι φαιδραῖς.
Χαίροις ὁ τοῦ Ἀρχιφώτου ὁλοφώτεινος πυρσός·
χαίροις Ἐκκλησίας βάσις καὶ πολύφωτος ναός.
Χαίροις Μάρτυς Φανούριε.

Ὕδασιν τῆς εὐσεβείας καταρδεύσας σὴν ψυχὴν καὶ ἀρότρῳ γεωργήσας πίστεως τῆς ἀγαθῆς, στάχυν θείου Μαρτυρίου, ὢ Φανούριε μεστόν, ἔδωκας ἐν ἀποθήκαις συντηρούμενον Θεοῦ. Καὶ ἡμεῖς οὖν εὐφημοῦντες τοὺς τῶν πόνων σου καρπούς, σιτιζόμεθα καρδίας ἐν αἰνέσεσι Θεοῦ καὶ βοῶμεν ἀσιγήτως Τούτῳ χείλεσι ψυχῆς·
Ἀλληλούϊα.

Φυλακῆς καθυπομείνας θάλαμον τὸν σκοτεινόν, Φῶς τὸ τριλαμπὲς ἑώρας ψυχικοῖς σοῦ ὀφθαλμοῖς. Καὶ φυλάξας σὰς αἰσθήσεις ἐκ τοῦ σκότους ἀβλαβεῖς, προσωμίλεις ἀενάως τοῦ Φωτὸς τῷ χορηγῷ. Κάλλη οὖν ἐνατενίζων τὰ οὐράνια ἀεί, σὴν καρδίαν ἀπειργάσω Ναὸν ζῶντα τοῦ Θεοῦ. Καὶ ἡμεῖς οὖν προσκυνοῦντες, ἐν Ναῷ σου ἱερῷ, ὢ Φανούριε εἰκόνα τὴν σεβάσμιον σοῦ νῦν, λέγομεν ἀκαταπαύστως ταῦτα πόθῳ ἀκλινεῖ·
Χαίροις Μαρτύρων τὸ θεῖον ὡράϊσμα·
χαίροις Ἁγίων ἁπάντων ἀγλάϊσμα.
Χαίροις φωτὸς τοῦ ἀδύτου ἐπόπτα·
χαίροις Παρακλήτου ἡ θεία διόπτρα.
Χαίροις ἐντολὰς τοῦ Νόμου ὁ τηρήσας νουνεχῶς·
χαιροις τρῖβον ὁ βαδίσας Μαρτυρίου ἀκλινῶς.
Χαίροις δόξαν ἀτενίζων Ἀθλοθέτου σου Χριστοῦ·
χαίροις κάλλη ἐποπτεύων τὰ ἀπόῤῥητα Θεοῦ.
Χαίροις στίγματα βαστάσας Μαρτυρίου ἐν σαρκί·
χαίροις τὸν Θεὸν δοξάζων ἀενάως σῇ ψυχῇ.
Χαίροις τοῖς πιστοῖς παρέχων τὴν θερμήν σου προστασίαν·
χαίροις ὁ εὐφραίνων πάντας ἱλαρᾷ σου παρουσίᾳ.
Χαίροις Μάρτυς Φανούριε.

Χαίρων περαιώσας τρῖβον τῆς Ἀθλήσεως στενήν, τῆς Ἐδὲμ οἰκεῖς τὸ πλάτος, ὢ Φανούριε σεπτέ. Καὶ ἡμᾶς τοὺς στενωθέντας ταῖς παθῶν ἐπαγωγαῖς, πλάτυνον σῇ ἀντιλήψει ἀπλανῶς καθοδηγῶν, ἔνθα δῆμοι τῶν Μαρτύρων καὶ Ἁγίων πατριαί. Ἵνα τοῖς αὐτῶν στοιχοῦντες ἴχνεσι περιχαρῶς, μέλπωμεν Θεῷ τὸν ὕμνον, ἀνακράζοντες φαιδρῶς·
Ἀλληλούϊα.

Ψάλλας Μαρτυρίου αἶνον φόρμιγγι τῆς σῆς ψυχῆς, νῦν αἰνεῖς ἀκαταπαύστως ὑπερύμνητον Θεόν, τὸν διδόντα σοι τὸ σθένος μαρτυρῆσαι δι᾿ Αὐτόν. Ὅθεν τῶν φιλομαρτύρων ὢ Φανούριε χοροί, φιλοθέων τε αἱ τάξεις καὶ συστήματα πιστῶν, εὐλογοῦμεν ἐκ βαθέων τὸν οἰκτίρμονα Θεὸν καὶ σοι λέγομεν ἀπαύστως ὡς θεράποντι Αὐτοῦ·
Χαίροις τὸ ἄνθος τῆς εὐσεβείας·
χαίροις τὸ ῥόδον τῆς ἀληθείας.
Χαίροις τῆς φωτοχυσίας τῆς ἄῤῥητου ἡ ἀκτίς·
χαίροις οὐρανίου κόσμου ἡ ὑπέρφωτος βολίς.
Χαίροις τῶν ἀριστευσάντων ἡ πανευπρεπὴς εἰκών·
χαίροις τῶν καλῶς ἀθλούντων ἡ ὑψίστη λαμπηδών.
Χαίροις σκότους καθαιρέτα, τοῦ φωτὸς ὁ ὁδηγός·
χαίροις τῶν ἀπαυγασμάτων τῶν ἐνθέων χορηγός.
Χαίροις ὁ πιστοὺς στηρίζων εὐπροσδέκτοις σου εὐχαῖς·
χαίροις πάντας ὁ εὐφραίνων ταῖς θαυμάτων σου σειραῖς.
Χαίροις τῶν Ῥοδίων δόξα καὶ γαλήνιος λιμήν·
χαίροις πλοῦτος ἐκκλησίας καὶ ἀνέσπερος αὐγή.
Χαίροις Μάρτυς Φανούριε.

Ὢ ἀήττητε Μάρτυς, Ἀθλητὰ γενναιόφρον, Φανούριε Κυρίου ὁπλῖτα· (Ἅγιε Μεγαλομάρτυς Φανούριε πρέσβευε ὑπὲρ ἡμῶν) (γ΄)· ὁ θαυμαστώσας τοῦ Θεοῦ τὴν δύναμιν τῇ καρτερᾷ σου καὶ στεῤῥᾷ ἐνστάσει καὶ νίκης ἀνεγείρας τρόπαια ἱερωτάτης, ἀξίωσον ἡμᾶς τοὺς σὲ τιμῶντας πίστει ἀνυποκρίτῳ, καταβαλεῖν ἐχθρὸν τὸν πολυμήχανον καὶ στέφος ἀναδέξασθαι θείας δόξης. Ἵνα σὲ πόθῳ κρείττονι δοξάζοντες, Κυρίῳ ψαλοῦμεν καρδία ἐν εὐθυτάτῃ, εἰς ἄληκτον αἰῶνα αἶνον ἅγιον, ἀξίως ὑμνολογοῦντες αὐτοῦ τὴν δόξαν, φωναῖς αἰσίαις δὲ βοῶμεν ἀσιγήτως σὺν τοῖς Ἀγγέλοις·
Ἀλληλούϊα.

Καὶ πάλιν τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν ἀριστέων τοῦ Χριστοῦ τὸ ἐγκαλλώπισμα, τῆς ἐκκλησίας ἀδιάσειστον ἑδραίωμα, τὸ θησαύρισμα τῆς Ῥόδου καὶ μέγα κλέος. Φωταυγείας οὐρανίου τὸν φερώνυμον, καὶ θαυμάτων θεῖον πρόβολον τιμήσωμεν ἀνακράζοντες· Χαίροις Μάρτυς Φανούριε.

Πρὸ δὲ τοῦ δι’ εὐχῶν τὸ ἀκόλουθον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἄθλων λαμπρότησι, τὴν κτίσιν ηὔγασας, θαυμάτων χάρισι, πιστοὺς κατηύφρανας, καὶ τῶν Ἀγγέλων στρατιάς, Φανούριε καταπλήττεις. Χρόνοις ἐν ὑστέροις γάρ, ἐκ τῆς γῆς ἀνατέταλκας· ῥόδον ὥσπερ τίμιον, καὶ ἀστὴρ παμφαέστατος· Ῥοδίων ἀγλαΐζων τὴν νῆσον· Χαίροις πιστῶς σοι προσφωνούντων.

Δίστιχα ἀκροτελεύτια.
Ἐκ τῆς ζοφώσεως παθῶν ἐξεγεῖρον μὲ τάχος,
ταῖς φωτωνύμοις σου εὐχαῖς Φανούριε τρισμάκαρ.
Καὶ δίδου μοι πορεύεσθαι Φωτὶ τοῦ θείου νόμου,
ἱκετικῶς ἀναβοᾷ ἡ πένης Ἰσιδώρα.
Ἵνα τὸ Φῶς θεάσωμαι εἰς ἄληκτον αἰῶνα,
δοξάσουσα σὺν ἐκλεκτοῖς τὸν Φωτοδότην Λόγον.
Δρόμος για τη γνώση είναι η απάθεια και η ταπείνωση. Χωρίς αυτά κανείς δε θα δει τον Κύριο. (Άγιος Μάξιμος ο Ομολογητής)
Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2060
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
10
Τοποθεσία: Θεσσαλονίκη

Re: Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από Φωτεινή »

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ
(Γερασίμου Μικραγιαννανίτου)

Εικόνα

ΠΡΟΟΙΜΙΟΝ


Ήχος πλ. δ'. Τη υπερμάχω.

Ορθοδοξίας τον αστέρα τον νεόφωτον, και Εκκλησίας το νεόδμητον προτείχισμα, ανυμνήσωμεν καρδίας εν ευφροσύνη δοξασθείς γαρ ενεργεία τη του Πνεύματος, αναβλύζει ιαμάτων χάριν άφθονον, τοις κραυγάζουσι•

Χαίροις, Πάτερ Νεκτάριε.

Άνθρωπος ουρανόφρων, ανεδείχθης εν κόσμω, Νεκτάριε Χριστού Ιεράρχα (εκ γ') (Άγιε Ιεράρχα του Χριστού, πρέσβευε υπέρ ημών) ζωήν γαρ οσίαν διελθών, ακέραιος, όσιος και θεόληπτος, εν πάσιν εχρημάτισας• εντεύθεν παρ’ ημών ακούεις:

Χαίρε, δι’ ου οι πιστοί υψούνται• χαίρε, δι’ ου οι εχθροί θαμβούνται.

Χαίρε, της σοφίας κρατήρ ο χρυσότευκτος• χαίρε, της κακίας πρηστήρ ο νεότευκτος.

Χαίρε, οίκος αγιώτατος ενεργείας θειϊκής• χαίρε, βίβλος θεοτύπωτος πολιτείας της καινής.

Χαίρε, ότι αρτίως ημιλλήθης αγίοις• χαίρε ότι εμφρόνως εχωρίσθης της ύλης.

Χαίρε λαμπρόν της πίστεως τρόπαιον• χαίρε, σεπτόν της χάριτος όργανον.

Χαίρε, δι' ου Εκκλησία χορεύει• χαίρε, δι' ου νήσος Αίγινα χαίρει.

Χαίροις, Πάτερ Νεκτάριε.

Βλέμματι διανοίας, έτι ων νεανίας, κατώπτευσας την θείαν ακτίνα, υφ' ης καταλαμφθείς την ψυχήν, τω φωτί των θείων εντολών όσιε, ηρετίσω πορεύεσθαι, εκ νεότητος Χριστώ ψάλλων

Αλληλούια


Γέγονας εν τη πόλει, Κωνσταντίνου θεόφρον, τω θείω ιθυνόμενος φόβω εν η τα κρείττονα μελετών, φρονήσεως θείας έμπλεως πέφηνας, ευφραίνων εν τοις λόγους σου τους εκβοώντάς σοι τοιαύτα:

Χαίρε, το κλήμα της αφθαρσίας• χαίρε, το νέκταρ της αμβροσίας.

Χαίρε, του Σωτήρος θεράπον θεόληπτε• χαίρε, των πατέρων των πάλαι ομότροπε.

Χαίρε, πέτρα νεοσμίλευτος νοητής οικοδομής• χαίρε, στέφος τό νεόπλοκον Εκκλησίας της σεπτής.

Χαίρε, ότι εφάνης ως νεόδρεπτον ρόδον• χαίρε, ότι εδείχθης ως θεόδεκτον δώρον.

Χαίρε, αστήρ ο νέος της πίστεως• χαίρε, λαμπτήρ της δόξης του κτίσαντος.

Χαίρε, ηθών ουρανίων ταμιείον• χαίρε, σεπτών αρετών εκμαγείον.

Χαίροις, Πάτερ Νεκτάριε.

Δόξαν την της σοφίας, ολοτρόπως ποθήσας, και ταύτην εκ παιδός εκιτήσας, τον Χριστόν ικέτευες τυχείν, του καλλίστου εφετού θερμοίς δάκρυσι, και τυχών της εφέσεως, Νεκτάριε πιστώς εβόας•

Αλληλούια


Εύφρανας την ψυχήν σου, ως οι πάλαι πατέρες Βασίλειος συν τω Γρηγορίω, παιδευμάτων τη κτήσει σαφώς, εν Αθήναις μαθητεύσας Νεκτάριε διό τοις σοις χαρίσμασιν, ηδόμενοι σοι εκβοώμεν:

Χαίρε, φωτός ουρανίου τέκνον• χαίρε, τερπνόν ευσέβειας δένδρον.

Χαίρε, της του κόσμου απάτης υπέρτερος• χαίρε, τη μεθέξει του κρείττονος ένθεος.

Χαίρε, νους ο θεοφόρητος πλήρης θείων εννοιών• χαίρε, άνθραξ θείου Πνεύματος πυρ ανάπτων νοερόν.

Χαίρε, ότι αμέμπτως την ζωήν διανύεις• χαίρε, ότι την πλάνην του Βελίαρ εκλύεις.

Χαίρε, Χριστού δεχθείς την αγάπησιν• χαίρε, καλών ενέγκας την άνθησιν.

Χαίρε, πιστών νεοστήρικτον έρκος• χαίρε, εχθρών καιριώτατον βέλος.

Χαίροις, Πάτερ Νεκτάριε.

Ζήλω θείω θεόφρον, των οσίων πατέρων, ποθήσας τον Ισάγγελον βίον εν Χίω ημφιάσω σεπτώς, των μοναχών το σχήμα το ουράνιον, και τον εχθρόν εγύμνωσας, εν τω ψάλλειν αεί Κυρίω:

Αλληλούια


Ήκουσε προσευχής σου, ο Δεσπότης εξ ύψους, βοήσαντος αυτώ εκ καρδίας, και επέταξε τη θαλάσση και έστη εις αύραν ο κλύδων όσιε, θαυμάσαντες δε άπαντες, οι σωθέντες πιστώς εβόων:

Χαίρε, Θεού ο θείος θεράπων• χαίρε, πηγή ποικίλων θαυμάτων.

Χαίρε, Εκκλησίας φωστήρ ο νεόφωτος• χαίρε των αγίων απάντων ισότιμος.

Χαίρε, σκεύος πολυτίμητον ουρανίων δωρεών• χαίρε, κήπος ο νεόβλαστος μακαρίων αρετών.

Χαίρε, ότι θαλάσσης κατευνάζεις τον σάλον• χαίρε, ότι τω λόγω απελέγχεις παν φαύλον.

Χαίρε Χριστού το νέον εκλόγιον• χαίρε, ηθών οσίων γεώργιον.

Χαίρε, ζωής θιασώτης οσίας• χαίρε, χαράς βραβευτής ουρανίας.

Χαίροις, Πάτερ Νεκτάριε

Θαυμαστός ανεδείχθης εν εσχάταις ημέραις, εν βίω ιεράρχα αγίω, των πάλαι αγίων την ζωήν, χαρακτηρίσας εμφανώς τοις τρόποις σου, και δοξασθείς τοις θαύμασι, κινδύνων σώζεις τους βοώντας:

Αλληλούια


Ιεράρχης θεόφρων, εκλογή θεοκρίτω εδείχθης αληθώς εν Αιγύπτω, και της Πενταπόλεως ποιμήν, κατά Παύλον τον μέγαν ώφθης ένθεος• διό την πολιτείαν σου, εθαύμαζον πιστοί βοώντες:

Χαίρε, ο ένθους τη πολιτεία• χαίρε, ο τύπος τη ευσεβεία.

Χαίρε, των οσίων πατέρων εφάμιλλος• χαίρε, ιερέων ο νέος διάκοσμος.

Χαίρε, σκήνωμα πραότητος και αγάπης θησαυρός• χαίρε, ιλαρότητος και ελέους χορηγός.

Χαίρε, ότι εφάνης Εκκλησίας λαμπρότης• χαίρε, ότι τυγχάνεις ευσεβούντων φαιδρότης.

Χαίρε, εικών αρίστης βιώσεως• χαίρε, τυχών σαφώς της θεώσεως.

Χαίρε, κανών της αρχιερωσύνης• χαίρε, λαμπτήρ της θεορρημοσύνης.

Χαίροις, Πάτερ Νεκτάριε

Κόσμος της εν Αιγύπτω, Εκκλησίας ωράθης, ως του ευαγγελίου εργάτης• εντεύθεν των πιστών οι χοροί, υφηγητήν σε θείον Πάτερ κτησάμενοι, τα κρείττω επαιδεύοντο, βοώντες συν σοι τω Κυρίω:

Αλληλούια

Λάμψας εν τη Ελλάδι, ως Απόστολος άλλος, λαμπρύνεις ευσεβών τας καρδίας, τω φέγγει των θείων διδαχών, και ταις ακτίσι του βίου σου όσιε• διό τη ση λαμπρότητι, φωταγωγούμενοι βοώμεν•

Χαίρε, το άστρον της Εκκλησίας• χαίρε η σάλπιγξ της αληθείας.

Χαίρε, Αποστόλων τον ζήλον κτησάμενος• χαίρε, ιαμάτων την χάριν δεξάμενος.

Χαίρε, ρήτωρ ενθεώτατος των ρημάτων της ζωής• χαίρε, λόγου του της χάριτος ο σοφός υφηγητής.

Χαίρε, ότι καθαίρεις ψυχικάς διαθέσεις• χαίρε, ότι ρυθμίζεις καρδιών τας εφέσεις.

Χαίρε, πιστών ο μέγας διδάσκαλος• χαίρε, Χριστού ο μύστης ο άριστος.

Χαίρε, πολλούς πειρασμούς υπομείνας• χαίρε, ψυχάς προς Θεόν οδηγήσας.

Χαίροις, Πάτερ Νεκτάριε

Μέγας εν ιεράρχαις, και σοφοίς διδασκάλοις, ως μύστης ταπεινώσεως ώφθης• διόπερ ως κλήρον πατρικόν, τας σας θεογράφους δέλτους κατέλιπες τη Εκκλησία άγιε, εν αις πιστώς εντρυφώντες, τω σε δοξάσαντι βοώμεν.

Αλληλούια


Νέκταρ δικαιοσύνης, και ζωής θείας δρόσον, τη θεία επομβρία θεόφρον, οία νεφέλη πνευματική, εν αυχμώδει καιρώ ημίν επωμβρήσας• ευφραίνων τας ψυχάς ημών, και διεγείρων του βοάν σοι:

Χαίρε, η δρόσος της θυμηδίας• χαίρε, η αύρα της αφθαρσίας.

Χαίρε, ο πηγάσας το ύδωρ της χάριτος• χαίρε, ο εμφράξας το στόμα του δράκοντος.

Χαίρε, έαρ αγιότητος εν χειμώνι νοητώ• χαίρε, σέλας νεοφώτιστον εν τω σκότει τω δεινώ.

Χαίρε, ότι συγχέεις ασεβών τας εννοίας• χαίρε, ότι ευφραίνεις ευσεβών τας καρδίας.

Χαίρε, λαών ορθοδόξων στήριγμα• χαίρε, πολλών κακοδόξων σύντριμμα.

Χαίρε, χορών κενολόγων η πτώσις• χαίρε, πολλών ασθενούντων η ρώσις.

Χαίροις, Πάτερ Νεκτάριε

Ξένα θαύματα πάτερ, η ση θήκη πηγάζει, και σώζει τους εν πόνοις τελούντας• διό τη ση αγία Μονή πανταχόθεν συρρέουσιν άνθρωποι, και λύτρωσιν, κομίζονται παρά σου βοώντες:

Αλληλούια


Όρμον άκλυστον πάτερ, εν τη νήσω Αιγίνης, ανέδειξας την θείαν Μονήν σου, και εν ταύτη σεπτών μοναστριών κυβερνήτης σοφός εχρημάτισας• Χριστώ γαρ ταύτας όσιε, σοφώς ωδήγησας βοώσας:

Χαίρε, ο νους ασκήσεως θείας• χαίρε, αδάμας της καρτερίας.

Χαίρε, ταπεινώσεως έμψυχον άγαλμα• χαίρε, καθαρότητας θείον θησαύρισμα.

Χαίρε, απαθείας έσοπτρον και αγνείας λαμπηδών• χαίρε, εγκράτεια τέμενος και ταμείον αρετών.

Χαίρε, ότι διέπεις εν Θεώ την Μονήν σου• χαίρε, ότι παρέχεις πάσι την αρωγήν σου.

Χαίρε, λαμπρός της Αιγίνης έφορος• χαίρε, πιστών αντιλήπτωρ έτοιμος.

Χαίρε, πολλούς εκ κινδύνων αρπάσας• χαίρε, εχθρού την οφρύν κατασπάσας.

Χαίροις, Πάτερ Νεκτάριε.

Πλήρης χάριτος θείας και οσμής ουρανίας, η θήκη των λειψάνων σου πέλει, εν οις ου μόνον η ση Μονή, αλλά και πάσα η Αίγινα γάνυται, και πάντες αγιάζονται, τη τούτων χάριτι βοώντες:

Αλληλούια


Ρείθρα βλύζουσι θεία, τα σεπτά σου οστέα, πλούσια δωρεά ουρανία, ιαμάτων εσαεί πολλών, και νοσημάτων τον ρύπον εκπλύνουσι διό σου εκπληττόμενοι, ην εύρες δόξαν εκβοώμεν:

Χαίρε, το ρείθρον των ιαμάτων• χαίρε η λύσις των νοσημάτων.

Χαίρε, πανταχού ο προφθάνων καλούμενος• χαίρε, ο κατ' όναρ και ύπαρ φαινόμενος.

Χαίρε, βρύσις η πολύρρυτος συμπαθείας πατρικής• χαίρε βότρυς ο γλυκύτατος ευφροσύνης ψυχικής.

Χαίρε, ότι καρκίνου χαλεπόν παύεις πάθος• χαίρε, ότι δαιμόνων καταλύεις το θράσος.

Χαίρε, σοφών ματαίων η σύγχυσις• χαίρε, πιστών η άρρηκτος σύναψις.

Χαίρε, δι' ου ιεράρχαι κοσμούνται• χαίρε, δι' ου μωρολόγοι τροπούνται.

Χαίροις, Πάτερ Νεκτάριε.

Σκέπην σε και προστάτην, πας πιστός ονομάζει, τυχών της παρά σου βοηθείας τις γαρ καλέσας σε ευλαβώς, και ουκ έτυχε της σης Πάτερ χάριτος; άπασι γαρ τάχιστα, τας αιτήσεις δίδως εν τω κράζειν:

Αλληλούια


Των πολλών σου θαυμάτων, εις την σύμπασαν κτίσιν, εξήλθε θεοφόρε ο φθόγγος. Συ γαρ τοις εγγύς και τοις μακράν, τάχος επιφαίνη βοηθών άγιε, και σώζεις κινδυνεύοντας, και προΐστασαι των βοώντων:

Χαίρε, ο μέγας εν θαυμασίοις• χαίρε, ο ένδοξος εν αγίοις.

Χαίρε, ο αρτίως κυρώσας τα πρόπαλαι• χαίρε των αρχαίων πατέρων ομόστεφε.

Χαίρε, θρίαμβος της πίστεως, έπαλξις των ευσεβών• χαίρε έκφανσις της χάριτος, έκπληξις των ασεβων.

Χαίρε, ότι εμφαίνεις αληθείας την δόξαν• χαίρε, ότι εμφράττεις ανομίας το στόμα.

Χαίρε, χαρά πιστών και κραταίωμα• χαίρε, ψυχών κλονουμένων έδρασμα.

Χαίρε, δι' ου ο Χριστός εδοξάσθη• χαίρε, δι' ου ο Σατάν κατησχύνθη.

Χαίροις, Πάτερ Νεκτάριε.

Ύμνον ευχαριστίας, σοι προσάδομεν Πάτερ, σωζόμενοι ταις σαις προστασίαις εν πάση γαρ ανάγκη ημάς, επερχομένων απαλλάττεις θλίψεων διό την σην αντίληψιν, κηρύττομεν Χριστώ βοώντες:

Αλληλούια


Φλέγεις την των δαιμόνων, φρυγανώδη μανίαν, πυρί των ιερών σου θαυμάτων, και ταχύ βοηθών τοις πιστοίς, χαλεπών νόσων σβεννύεις τον καύσωνα, ιώμενος τους πάσχοντας, βοώντας σοι εν κατανύξει:

Χαίρε, η ρώσις των ασθενούντων• χαίρε η λύσις των δαιμονώντων.

Χαίρε, πυρεσσόντων τελεία απάλλαξις• χαίρε παρειμένων ταχεία ανόρθωσις.

Χαίρε, ότι εν τω φρέατι ύδωρ βρύεις δαψιλές• χαίρε, ότι επευλόγησας Αίγιναν ταις σαις ευχαίς.

Χαίρε, ο διανοίξας την Θεού ευσπλαχνίαν• χαίρε, ο διαλύσας την δεινήν ανομβρίαν.

Χαίρε, πηγή πηγάζουσα χάριτας• χαίρε, λαμπάς φωτίζουσα άπαντας.

Χαίρε, Μονής της σεπτής σου κοσμήτορ• χαίρε, των σων υμνητών αντιλήπτορ.

Χαίροις, Πάτερ Νεκτάριε.

Χάρις του Παρακλήτου, δαψιλώς εξεχύθη, τη θήκη των σεπτών σου λειψάνων• όθεν ως αείρρυτος πηγή, αναβλύζει απαύστως τα ιάματα, και αρδεύει Νεκτάριε, θείοις νάμασι τους βοώντας:

Αλληλούια


Ψάλλων παναρμονίως, τον τρισάγιον ύμνον, Θεώ συν τοις χοροίς των αγγέλων, επίβλεψον άνωθεν ημίν, και δίδου πανάγιε τα αιτήματα, τοις πίστει σοι προστρέχουσι, και ου παύουσι του βοάν σοι:

Χαίρε, ο γόνος της Σηλυβρίας• χαίρε, το κλέος της Εκκλησίας.

Χαίρε, της Αιγίνης το μέγιστον καύχημα• χαίρε, της Ελλάδος απάσης ωράισμα.

Χαίρε, τύπος και υπόδειγμα των σεπτών ιεραρχών• χαίρε, σκέπη διάσωσμα ευλαβών μοναζουσών.

Χαίρε, της Εκκλησίας εωσφόρος ο νέος• χαίρε, της ευσέβειας θεοδώρητον σθένος.

Χαίρε, δι' ου παθών καθαρθήσομαι• χαίρε, δι' ου Θεώ προσαχθήσομαι.

Χαίρε, πιστών ο προστάτης εν πάσι• χαίρε καμού πρεσβευτής προς Πλάστην.

Χαίροις, Πάτερ Νεκτάριε.

Ω θεσπέσιε Πάτερ, ορθοδόξων λαμπρότης, Νεκτάριε Χριστού Ιεράρχα (εκ γ') ( Άγιε Ιεράρχα του Χριστού, πρέσβευε υπέρ ημών)• τω θρόνω του Κυρίου παρεστώς, αίτει ημίν των πταισμάτων άφεσιν και την θείαν οικείωσιν, ως αν τω Σωτήρι βοώμεν•

Αλληλούια

Άνθρωπος ουρανόφρων, ανεδείχθης εν κόσμω, Νεκτάριε Χριστού Ιεράρχα, ζωήν γαρ οσίαν διελθών, ακέραιος, όσιος και θεόληπτος, εν πάσιν εχρημάτισας• εντεύθεν παρ’ ημών ακούεις.

Χαίρε, δι’ ου οι πιστοί υψούνται• χαίρε, δι’ ου οι εχθροί θαμβούνται.

Χαίρε, της σοφίας κρατήρ ο χρυσότευκτος• χαίρε, της κακίας πρηστήρ ο νεότευκτος.

Χαίρε, οίκος αγιώτατος ενεργείας θειϊκής• χαίρε, βίβλος θεοτύπωτος πολιτείας της καινής.

Χαίρε, ότι αρτίως ημιλλήθης αγίοις• χαίρε ότι εμφρόνως εχωρίσθης της ύλης.

Χαίρε λαμπρόν της πίστεως τρόπαιον• χαίρε, σεπτόν της χάριτος όργανον.

Χαίρε, δι' ου Εκκλησία χορεύει• χαίρε, δι' ου νήσος Αίγινα χαίρει.

Χαίροις, Πάτερ Νεκτάριε.




Και αύθις το ΠΡΟΟΙΜΙΟΝ Ήχος πλ. δ'. Τη υπερμάχω.

Ορθοδοξίας τον αστέρα τον νεόφωτον, και Εκκλησίας το νεόδμητον προτείχισμα, ανυμνήσωμεν καρδίας εν ευφροσύνη• δοξασθείς γαρ ενεργεία τη του Πνεύματος, αναβλύζει ιαμάτων χάριν άφθονον, τοις κραυγάζουσι•

Χαίροις, Πάτερ Νεκτάριε.

Εικόνα
Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36
Άβαταρ μέλους
Φωτεινή
Δημοσιεύσεις: 2060
Εγγραφή: Παρ Νοέμ 29, 2013 9:01 am
10
Τοποθεσία: Θεσσαλονίκη

Re: Χαιρετισμοί στους Αγίους μας

Δημοσίευση από Φωτεινή »

Χαιρετισμοί της Αγίας Άννας

Γέροντος Γερασίμου Μικραγιαννανίτου


Κοντάκιον.

Ήχος πλ.δ´. Τη Υπερμάχω.

Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν

τη πεπλησμένη δωρεών του θείου Πνεύματος

κατά χρέος εγκωμίων άσματα θεία·

ως τεκούσα γαρ Παρθένον την Πανάχραντον

αναβλύζει καθ’ εκάστην χάριν άφθονον

τοις κραυγάζουσι· Χαίροις, Άννα θεόκλητε.

ΟΙ ΟΙΚΟΙ

Άγγελος ουρανόθεν, καταπτάς της Παρθένου, μηνύει σοι την σύλληψιν Άννα, ήν τεκούσα εξ Ιωακείμ, την ευκαρπίαν εκφαίνεις της χάριτος· διό σου την λαμπρότητα, θαυμάζοντες βοώμεν ούτω·

Χαίρε, δι’ ής η χάρις δωρείται·

χαίρε, δι’ ής η πλάνη σοβείται.

Χαίρε, της εν νόμω λατρείας εκτύπωμα·

χαίρε, της μελλούσης ευκλείας προκήρυγμα.

Χαίρε, ύψος αγαπήσεως του Θεού των οικτιρμών·

χαίρε, βάθος καθαρότητος και παντοίων αρετών.

Χαίρε, ότι εν γήρα την Παρθένον βλαστάνεις·

χαίρε, ότι πλουσίως θείαν χάριν πηγάζεις.

Χαίρε, αυγή μελλούσης λαμπρότητος·

χαίρε, ακτίς της θείας χρηστότητος.

Χαίρε, δι’ ής ατεκνία νεκρούται·

χαίρε, δι’ ής ευφορία δηλούται.

Χαίροις, Άννα θεόκλητε.

Βλέπουσα η Προμήτωρ, εαυτήν εν στειρώσει, εβόησε τω πάντων Δεσπότη· λύσον Αδωναΐ Σαβαώθ, της ατεκνίας μου τα δεσμά δέομαι· και συλλαβούσα τέτοκεν, την τεκούσαν ώ εκβοώμεν·

Αλληλούϊα.

Γνώσιν άνωθεν σχούσα, Άννα Θεοπρομήτορ, εν γήρατι τεκείν θεία νεύσει, έχαιρες χαράν την αληθή, ως της χαράς την αιτίαν κυήσασα· διό της αθυμίας μου, το νέφος λύσον του βοάν σοι·

Χαίρε, η λύσις της αθυμίας·

χαίρε, η βρύσις της θυμηδίας.

Χαίρε, ατεκνίας φυγούσα το όνειδος·

χαίρε, παρθενίας τεκούσα το στέλεχος.

Χαίρε, θεϊκών προστάξεων πλήρωμα περιφανές·

χαίρε, ίνδαλμα της χάριτος θείον και θεοειδές.

Χαίρε, ότι εκφαίνεις την σωτήριον χάριν·

χαίρε, ότι εκτρέπεις απαιδίας την ζάλην.

Χαίρε, Θεώ αμέμπτως λατρεύουσα·

χαίρε, σεμνώς εν γήρατι τέξασα.

Χαίρε, Θεού θεοφόρε Προμήτορ·

χαίρε, ημών αληθής αντιλήπτωρ.

Χαίροις, Άννα θεόκλητε.

Δόξαν Θεού υμνούσα, Άννα Θεοπρομήτορ, συν τω Ιωακείμ τω συνεύνω, προσήγαγες τω θείω ναώ, τριετίζουσαν Παρθένον την Αχραντον, οία προσηύξω πρότερον, βοώσα πιστώς τω Κυρίω·

Αλληλούϊα.

Εντολαίς του Κυρίου, και τοίς τύποις του νόμου, ρυθμίζουσα την σήν πολιτείαν, θεράπαινα ώφθης του Θεού, και εναρέτων πράξεων υπόδειγμα, ω Αννα παμμακάριστε· διό σε τιμώντες βοώμεν·

Χαίρε, Θεού τον νόμον πληρούσα·

χαίρε, ημίν τα κρείττω τυπούσα.

Χαίρε, απαρχή της ημών αναπλάσεως·

χαίρε, θησαυρέ εσομένης ελλάμψεως.

Χαίρε, κλήμα ευφορώτατον των εν νόμω εντολών·

χαίρε, σκήνωμα πολύτιμον ουρανίων δωρεών.

Χαίρε, ότι εδέξω θείαν επαγγελίαν·

χαίρε, ότι προάγεις την Παρθένον Μαρίαν.

Χαίρε, εικών της εν νόμω πίστεως·

χαίρε, λαμπάς εντολών της χάριτος.

Χαίρε, πολλών χαρισμάτων πλημμύρα·

χαίρε, Θεού ενταλμάτων κινύρα.

Χαίροις, Άννα θεόκλητε.

Ζήσασα θεοφρόνως, Άννα Θεοπρομήτορ, ως μήτηρ της Μητρός του Σωτήρος, μετέστης προς τας άνω μονάς, και της εκ σου προελθούσης Θεόπαιδος, εκ δεξιών παρέστηκας, εκβοώσα τω σω εγγόνω·

Αλληλούϊα.

Ήρθης προς θείαν δόξαν, μεταστάσα του κόσμου, και της υπερκοσμίου χορείας, ηξιώθης Άννα θαυμαστώς, και τοις εν γη άσματικώς τιμώσί σε, χάριν παρέχεις άφθονον· ένθεν άπαντές σοι βοώμεν·

Χαίρε, φωτός του θείου δοχείον·

χαίρε, χαράς αλήκτου ταμείον.

Χαίρε, Τρισηλίου λαμπρότητος μέτοχος·

χαίρε, ζωηρρύτου φαιδρότητος έμπλεως.

Χαίρε, ότι απεκύησας την Μητέρα του Θεού·

χαίρε, ότι εγαλούχησας την τροφόν του Ποιητού.

Χαίρε, η μεταστάσα προς την άληκτον δόξαν·

χ
αίρε, η επαρθείσα προς την άλυτον χώραν.

Χαίρε, Θεού ορώσα την έλλαμψιν·

χαίρε, εχθρού νεκρούσα την έπαρσιν.

Χαίρε, πηγή ψυχοτρόφων ναμάτων·

χαίρε, πολλών παροχεύς ιαμάτων.

Χαίροις, Άννα θεόκλητε.

Θείων απαυγασμάτων, προϊόντων απαύστως, πηγής εκ Τριφαούς απορρήτως, οία Προμήτωρ του Λυτρωτού, πληρουμένη Άννα αειμακάριστε, λύσον παθών την ζόφωσιν, των ευλαβώς Θεώ βοώντων·

Αλληλούϊα.

Ίσχυσας εν τω γήρα, θεία επαγγελία, τεκείν την Θεοτόκον Μαρίαν, λυθείσα στειρώσεως δεσμών, ως εν σοί του Σαβαώθ ευδοκήσαντος· ένθεν χαράς επλήρωσας, τους εκβοώντάς σου τοιαύτα·

Χαίρε, χαράς την πηγήν τεκούσα·

χαίρε, ζωής αλήκτου τυχούσα.

Χαίρε, θεοφρόνων γυναίων αγλάϊσμα·

χαίρε, θεοσδότων χαρίτων θησαύρισμα.

Χαίρε, στήλη θεοτύπωτος σωφροσύνης αληθούς·

χαίρε, οίκος θείου Πνεύματος δια βίου ευαγούς.

Χαίρε, ότι κυΐσκεις του Θεού την καθέδραν·

χαίρε, ότι εκλύεις του εχθρού την ενέδραν.

Χαίρε, ψυχών αγίων ωράϊσμα·

χαίρε, παθών ποικίλων ιάτειρα.

Χαίρε, εχθρού καταργούσα το κράτος·

χαίρε, πιστοίς θείον νέμουσα θάρρος.

Χαίροις, Άννα θεόκλητε.

Κυήσασα την Παρθένον, και φυγούσα εν γήρα, στειρώσεως το όνειδος Άννα, χάριν είληφας παρά Θεού, ταίς στείραις διδόναι τέκνα εκάστοτε, πιστώς προσερχομέναις σοι, και ευλαβώς Θεώ βοώσαις·

Αλληλούϊα.

Λήξιν προς ουρανίαν, ως μετέστης εν δόξη, πλουσία μετοχή εθεώθης, και τώ ξύλω Άννα της ζωής, αποκατέστης απαύστως πρεσβεύουσα, χάριν δούναι και έλεος, τοίς ευλαβώς σοι εκβοώσι·

Χαίρε, η μήτηρ Μητρός Κυρίου·

χαίρε, η πτώσις εχθρού δολίου.

Χαίρε, των Δικαίων σεπτόν ακροθίνιον·

χαίρε, των Αγίων απάντων κειμήλιον.

Χαίρε, όρος ότι έτεκες το περίοπτον Θεού·

χαίρε, μήτηρ ότι γέγονας της Μητρός του Ποιητού.

Χαίρε, η γεωργούσα παρθενίας την χώραν·

χαίρε, η δρεπομένη την αΐδιον δόξαν.

Χαίρε, παθών οδύνας η παύουσα·

χαίρε, ψυχών τον ζόφον σκεδάζουσα.

Χαίρε, σεπτή μυροθήκη του νόμου·

χαίρε, Θεού η Προμήτωρ του Λόγου.

Χαίροις, Άννα θεόκλητε.

Μέγιστον έσχες κλέος, Άννα Θεοπρομήτορ, τεκούσα του Θεού την Μητέρα· διό μεγίστων εκ συμφορών, απαλλάττεις τους σοί προστρέχοντας, και προς ζωήν ανώλεθρον, κατευθύνεις τους εκβοώντας·

Αλληλούϊα.

Νόμου του Μωϋσέως, τα εντάλματα Άννα, πληρούσα ευθυτάτη καρδία, το πλήρωμα εν σοί προτυποίς, της του Ευαγγελίου θείας χάριτος, και διεγείρεις άπαντας, εκβοάν σοι εν ευφροσύνη·

Χαίρε, σελήνη παμφαεστάτη·

χαίρε, λυχνία τηλαυγεστάτη.

Χαίρε, λαμπρυνθείσα του νόμου ταις πράξεσι·

χαίρε, δοξασθείσα ταις άνωθεν χάρισι.

Χαίρε, τέμενος θεότευκτον επιπνοίας θεϊκής·

χαίρε, όργανον θεόλβιον ενεργείας μυστικής.

Χαίρε, ότι παρέχεις τέκνα ταις στειρευούσαις·

χαίρε, ότι βλυστάνεις χάριν ταις απορούσαις.

Χαίρε, Θεού η μάμμη η ένδοξος·

χαίρε, ημών προστάτις η ένθεος.

Χαίρε, πιστών χαρμονή μακαρία·

χαίρε, πασών γυναικών πανολβία.

Χαίροις, Άννα θεόκλητε.

Ξένον έσχηκας τόκον, εν τω γήρατι Άννα, τεκούσα του Θεού την Μητέρα, και ξένων ηξίωσας τιμών, των ανθρώπων το γένος τη κυήσει σου· διό σοι εποφείλομεν, χάριτας οι πόθω βοώντες·

Αλληλούϊα.

Όλη λελαμπρυσμένη, αρετών αγλαΐαις, μετέστης προς ζωήν την αγήρω, και τοις εν γη κατέλιπες σεμνή, ως ιατρείον το σώμά σου άσυλον, εξ ού τον θείον πόδα σου, πλουτούντες πιστώς σοι βοώμεν·

Χαίρε, η λύσις της απαιδίας·

χαίρε, η παύσις της ατεκνίας.

Χαίρε, των μητέρων το θείον εντρύφημα·

χαίρε, των δογμάτων των τύπων εκπλήρωμα.

Χαίρε, πλούτος θείας χάριτος και χρηστότητος πολλής·

χαίρε, άγιον θησαύρισμα συμπαθείας θεϊκής.

Χαίρε, ότι θαυμάτων ενεργείς τας δυνάμεις·

χαίρε, ότι δαιμόνων καταργείς παρατάξεις.

Χαίρε, Χριστόν κινούσα προς έλεος·

χαίρε, εχθρών απίστων ο έλεγχος.

Χαίρε, Θεού ευσπλαγχνίας πλημμύρα·

χαίρε, εχθρού καθαιρέτις τελεία.

Χαίροις, Άννα θεόκλητε.

Προφητών θεολήπτων, και Δ
ικαίων απάντων, υπέρκεισαι Κυρίου Προμήτορ· ότι την τεκούσαν μετά σαρκός, τον υπερούσιον Λόγον εκύησας· μεθ’ ών απαύστως πρέσβευε, σώζεσθαι τους Θεώ βοώντας·

Αλληλούϊα.

Ρεύματα ασεβείας, εξηράνθησαν Άννα, τεκούσης σου Θεού ευδοκία, την τεκούσαν εν ύλη βροτών, την πηγήν της αιωνίου χρηστότητος, Χριστόν τον υπεράγαθον· διό σοι πάντες εκβοώμεν·

Χαίρε, το ρείθρον της ευφροσύνης·

χαίρε, ο λύχνος της σωφροσύνης.

Χαίρε, της απάτης ξηράνασα ρεύματα·

χαίρε, της σοφίας εκχέασα χεύματα.

Χαίρε, φως η διαυγάζουσα εντολών των του Θεού·

χαίρε, νύκτα η σκεδάζουσα των σκανδάλων του εχθρού.

Χαίρε, ότι ιάσαι χαλεπάς ασθενείας·

χαίρε, ότι βλυστάνεις γλυκασμόν αφθαρσίας.

Χαίρε, Θεού ελαία κατάκαρπος·

χαίρε, ηθών αγίων κυπάρισσος.

Χαίρε, σεμνή αγλαόκαρπος ρίζα·

χαίρε, ημών θυμηδίας αιτία.

Χαίροις, Άννα θεόκλητε.

Σώζε πάσης ανάγκης, και μανίας και βλάβης, ταις σαις προς τον Σωτήρα πρεσβείαις, τους πίστει τώ σεπτώ σου ναώ, προσιόντας και αιτούντας εκάστοτε, Άννα την σην αντίληψιν, και ευλαβώς Θεώ βοώντας·

Αλληλούϊα.

Την παρούσαν σου ποίμνην, την θερμώς προσκειμένην, τη ση Θεοπρομήτορ πρεσβεία, σκέπε εκ πάσης επιβουλής, και μανίας του δεινού κοσμοκράτορος, και δίδου ταύτη ένδοξε, την σην ειρήνην εκβοώση·

Χαίρε, το τείχος των ευσεβούντων·

χαίρε, η πτώσις των ανομούντων.

Χαίρε, των εν πόνοις κειμένων η λύτρωσις·

χαίρε, των εν νόσοις τελούντων η ίασις.

Χαίρε, όμμα το παρήγορον τεθλιμμένων καρδιών·

χαίρε, όνομα σωτήριον των εν θλίψεσι ψυχών.

Χαίρε, Θεοπρομήτορ Άννα δεδοξασμένη·

χαίρε, η φαινομένη τοις πιστώς αιτουμένοις.

Χαίρε, Αγίων εν μέσω λάμπουσα·

χαίρε, χαρίτων φέγγος αστράπτουσα.

Χαίρε, Χριστού καθορώσα το κάλλος·

χαίρε, εχθρού εκνευρούσα το κράτος.

Χαίροις, Άννα θεόκλητε.

Ύμνοις σου την αγίαν, μετάστασιν τιμώμεν, δοξάζοντες Χριστόν τον Σωτήρα, τον από γης σε και της φθοράς, προς αφθαρσίαν λαμπρώς μεταστήσαντα, ω πρέσβευε δεόμεθα, Άννα υπέρ των εκβοώντων·

Αλληλούϊα.

Φλέγει η ενοικούσα, και αεί προϊούσα, σεμνή εκ της σεπτής σου Εικόνος, χάρις η όντως ζωοποιός, των ακαθάρτων πνευμάτων τάς φάλαγγας, θεραπείαν και λύτρωσιν, παρέχουσα τοις εκβοώσι·

Χαίρε, πασχόντων η θεραπεία·

χαίρε, της ποίμνης σου προστασία.

Χαίρε, στειρεύουσης νηδύος η λύτρωσις·

χαίρε, αθυμούσης καρδίας η ίασις.

Χαίρε, ότι λύεις πάντοτε ατεκνίας τα δεσμά·

χαίρε, ότι παύεις θλίψεων και στειρώσεως δεινά.

Χαίρε, η χορηγούσα τέκνα τοις ατεκνούσι·

χαίρε, η ενδιδούσα ίαμα τοις νοσούσι.

Χαίρε, πιστών μητέρων το καύχημα·

χαίρε, σεμνών γυναίων το στήριγμα.

Χαίρε, λαού ευσεβούς ευφροσύνη·

χαίρε, ημών μυστική χαρμοσύνη.

Χαίροις, Άννα θεόκλητε.

Χαίρει η καυχωμένη, τη κλήσει σου τη αγία, η Σκήτη η παρούσα θεόφρον, και τη οξεία σου αρωγή, ρυομένη παντοίων περιστάσεων, κηρύττει σου τα θαύματα, Αννα τω Κυρίω βοώσα·

Αλληλούϊα.

Ψάλλοντες εν αινέσει, των σων προτερημάτων, τον πλούτον και την άφθονον χάριν, βοώμεν σοι Άννα εκ ψυχής· μη διαλίπης ημάς εποπτεύουσα, τους πόθω σε γεραίροντας, και εκτενώς σοι εκβοώντας·

Χαίρε, ο πλούτος των πτωχευόντων·

χαίρε, η σκέπη των Μοναζόντων.

Χαίρε, της παρούσης σου Σκήτης προσφύγιον·

χαίρε, Μοναστών αρραγές καταφύγιον.

Χαίρε, Άννα θεοδόξαστε των Δικαίων χαρμονή·

χαίρε, πάντων των τιμώντων σε θερμοτάτη αρωγή.

Χαίρε, η λυτρουμένη ημάς πάσης ανάγκης·

χαίρε, η ενεργούσα ιαμάτων δυνάμεις.

Χαίρε, δι’ ής παθών ιαθήσομαι·

χαίρε, δι’ ής φωτός πληρωθήσομαι.

Χαίρε, χαρά της παρούσης σου Σκήτης·

χαίρε, καμού έφορός τε και ρύστις.

Χαίροις, Άννα θεόκλητε.

Αγία Θεοπρομήτορ Άννα Πρέσβευε Υπέρ Ημών.

Ω Προμήτορ Κυρίου, θεοδόξαστε Άννα, ημών καταφυγή εν ανάγκαις (εκ γ´.)· προσδέχου τας δεήσεις ημών, και αίτει ημίν φώς θείον και έλεος· θερμώς γαρ σοι προστρέχομεν, και τη Τριάδι εκβοώμεν·

Αλληλούϊα.

Κοντάκιον.

Ήχος πλ.δ´. Τη Υπερμάχω.

Τη του Σωτήρος ευκλεεί Προγόνω άσωμεν

τη πεπλησμένη δωρεών του θείου Πνεύματος

κατά χρέος εγκωμίων άσματα θεία·

ως τεκούσα γαρ Παρθένον την Πανάχραντον

αναβλύζει καθ’ εκάστην χάριν άφθονον

τοις κραυγάζουσι· Χαίροις, Άννα θεόκλητε.

Δίστιχον.

Άννα χαριτώνυμε χάριν μοι δίδου

Γερασίμω χαίρε σοι αναβοώντι.
Μη φοβάσαι, μόνο πίστευε.
Μάρκος ε' 36
Απάντηση

Επιστροφή στο “Χαιρετισμοί - Salutations”