Σελίδα 17 από 32
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Πέμ Ιούλ 26, 2018 10:14 am
από Αναστάσιος
Αμήν!
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Παρ Ιούλ 27, 2018 7:54 am
από Νίκος
Άγιος Παντελεήμων ο Μεγαλομάρτυς και Ιαματικός
27 Ιουλίου
Ἀπολυτίκιον
Ἦχος γ’.
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Οσία Ανθούσα
27 Ιουλίου
Απολυτίκιον
Ήχος πλ. δ'
Εν σοι μήτερ ακριβώς διεσώθη το κατ' εικόνα, λαβούσα γαρ τον σταυρόν ηκολούθησας τον Χριστόν και πράττουσα εδίδασκες, υπερωράν μεν σαρκός, παρέρχεται γαρ, επιμελείσθαι δε ψυχής πράγματος αθανάτου, δι ό και μετα Αγγέλων συναγάλλεται οσία Ανθούσα το πνεύμα σου.
Άγιος Χριστόδουλος ο εκ Kασσάνδρας που μαρτύρησε στη Θεσσαλονίκη
27 Ιουλίου
Απολυτίκιον
Ήχος δ'
Ο μάρτυς Χριστόδουλος εν τη αθλήσει αυτού, το στέφος εκομίσατο της αφθαρσίας εκ σου του Θεού ημών, έχων γαρ την ισχύν σου τους τυρράνους καθήλεν, έθραυσεν και δαιμόνων τα ανίσχυρα θράση. Αυτού ταις ικεσίες Χριστέ ο Θεός σώσον τας ψυχάς ημών.
Τις πρεσβείες τους να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Δευ Ιούλ 30, 2018 7:49 am
από Νίκος
Οσία Ειρήνη της Μονής Χρυσοβαλάντου
28 Ιουλίου
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ' ἄφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος, ᾧ καθιέρωσας σαυτήν, ὅλῃ καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.
Τις πρεσβείες της να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Δευ Ιούλ 30, 2018 7:53 am
από Νίκος
Άγιος Καλλίνικος
29 Ιουλίου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Κλῆσιν σύνδρομον, ἔχων τῷ βίῳ, νίκος καλλίστον, ἤρας ἐν ἄθλοις, καταλλήλως γεγονῶς ὁ προκέκλησαι, σὺ γὰρ καλῶς τὸν ἀγῶνα τελέσας σου, ὡς νικητὴς ἐδοξάσθης Καλλίνικε. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Αγία Θεοδότη και τα τρία παιδιά της
29 Ιουλίου
Ἀπολυτίκιον
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Ὡς δῶρον ἐκλεκτόν, Θεοδότη θεόφρον, προσήγαγες Θεῷ, τοὺς ἐνθέους βλαστούς σου, σὺν τούτοις γὰρ ἠγώνισαι, ἱερῶς ἐναθλήσασα, μεθ’ ὧν πρέσβευε, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ βίου διόρθωσιν.
Τις πρεσβείες τους να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Δευ Ιούλ 30, 2018 7:59 am
από Νίκος
Άγιοι Σίλας, Σιλουανός, Επαινετός, Κρήσκης και Ανδρόνικος οι Απόστολοι
30 Ιουλίου
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Οἱ θεῖοι Ἀπόστολοι, ὡς οὐρανοὶ λογικοί, τὴν δόξαν ἀστράψαντες, τοῦ κενωθέντος ἐν γῇ, συμφώνως ὑμνείσθωσαν, Κρήσκης Σιλουναὸς τέ, καὶ ὁ ἔνθεος Σίλας, ἅμα σὺν Ἀνδρονίκω, Ἐπαινετὸς ὁ θεόφρων Χριστὸν γὰρ ἰκετεύουσι, σώζεσθαι ἅπαντας.
Τις πρεσβείες τους να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Τρί Ιούλ 31, 2018 8:05 am
από Νίκος
Όσιος Ευδόκιμος ο Δίκαιος
31 Ιουλίου
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε, σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
Άγιος Ιωσήφ ο από Αριμαθαίας
31 Ιουλίου
Απολυτίκιον
Ἦχος β΄.
Ὀ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρὰ εἰλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ, κηδεύσας ἀπέθετο· ἀλλὰ τριήμερος ἀνέστης Κύριε, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τις πρεσβείες τους να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Τετ Αύγ 01, 2018 7:56 am
από Νίκος
Άγιοι Επτά Μακκαβαίοι, η μητέρα τους Σολομονή και ο διδάσκαλός τους Ελεάζαρος
1 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τῶν Μακκαβαίων τὸν ἐπτάριθμον δῆμον, σὺν τὴ μητρὶ Σολομονὴ τὴ ἁγία, καὶ Ἐλεάζαρ ἅμα εὐφημήσωμεν οὗτοι γὰρ ἠρίστευσαν, δι' ἀγώνων νομίμων, ὡς φρουροὶ καὶ φύλακες, τῶν τοῦ Νόμου δογμάτων καὶ νῦν ὡς καλλιμάρτυρες Χριστοῦ, ὑπὲρ τοῦ κόσμου, ἀπαύστως πρεσβεύουσι.
Αγία Ελέσα Οσιομάρτυς που μαρτύρησε στα Κύθηρα
1 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Γόνος ἅγιος, Πελοποννήσου, γέρας ἔνθεον, νήσου Κυθήρων, ἀνεδείχθης, Ἐλέσα πανεύφημε, ὑπὲρ Χριστοῦ γὰρ νομίμως ἀθλήσασα, χειρὶ πατρῷα ἐτμήθης τὴν κάραν σου, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Όσιος Αντώνιος ο νέος ο θαυματουργός
1 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Μέγα καύχημα, καὶ πολιοῦχον, σὲ πλουτίσασα πόλις Βεροίας, θεοφόρε παμμάκαρ Ἀντώνιε, τῇ σῇ πρεσβείᾳ προστρέχει ἑκάστοτε, προσπτυσσομένη τὴν πάντιμον Κάραν σου. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Τις πρεσβείες τους να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Πέμ Αύγ 02, 2018 8:27 am
από Νίκος
Ανακομιδή του Ιερού Λειψάνου του Αγίου Πρωτομάρτυρα Στεφάνου
2 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, μαρτύρων Πρωτόαθλε, σὺ γὰρ τὴν Ἰουδαίων ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτόν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οσία Φωτεινή η Κυπρία
2 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος α’.
Καρηασέων τὸ κλέος καὶ Κυπρίων ἀγλάισμα καὶ τῶν ἀσθενούντων ἡ ρώσις, τῶν πεπηρωμένων ἀνάβλεψις, τῶν πρὸς σὲ πιστῶς προστρεχόντων ἐν τῷ θείῳ ναῶ σου, πανένδοξε, τᾶς ἰάσεις παράσχου τοὶς δούλοις σου πάντοτε, ἶνα εὐχαρίστως κράζωμεν, Φωτεινὴ Ὁσία νύμφη Χριστοῦ καλλιπάρθενε. Δόξα τῷ σὲ δοξάσαντι, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ πασιν Ἰάματα.
Άγιος Θεόδωρος ο Νεομάρτυρας που μαρτύρησε στα Δαρδανέλια
2 Αυγούστου
Απολυτίκιον
Ήχος δ'
Ο μάρτυς Θεόδωρος εν τη αθλήσει αυτού, στεφάνους εκομίσατο της αφθαρσίας εκ Σου του Θεού ημών, έχων γαρ την ισχύν Σου, τους τυράννους καθήλεν, έθραυσεν και δαιμόνων τα ανίσχυρα θράση, αυτού ταις ικεσίαις Χριστέ ο Θεός σώσον τας ψυχάς ημών.
Τις πρεσβείες τους μα έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Παρ Αύγ 03, 2018 8:25 am
από Νίκος
Αγία Σαλώμη η μυροφόρος
3 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος β΄.
Ταῖς μυροφόροις γυναιξί, παρὰ τὸ μνῆμα ἐπιστάς, ὁ Ἄγγελος ἐβόα· τὰ μύρα τοῖς θνητοῖς ὑπάρχει ἁρμόδια· Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος· ἀλλὰ κραυγάσατε· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Τις πρεσβείες της να έχουμε.
Re: Οι εικόνες της ημέρας (και απολυτίκια)
Δημοσιεύτηκε: Δευ Αύγ 06, 2018 7:53 am
από Νίκος
Άγιοι Επτά Παίδες εν Εφέσω
4 Αυγούστου
Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείω Πνεύματι, ἀφθαρτισθέντες, πολυχρόνιον, ἤνυσαν ὕπνον, οἱ ἐν Ἐφέσῳ ἐπτάριθμοι Μάρτυρες, καὶ ἀναστάντες πιστοὺς ἐβεβαίωσαν, τὴν τῶν ἀνθρώπων κοινὴν ἐξανάστασιν ὅθεν ἅπαντες, συμφώνως τούτους τιμήσωμεν, δοξάζοντες Χριστὸν τὸν πολυέλεον.
Τις πρεσβείες τους να έχουμε.