Αγαπητά μέλη και επισκέπτες, καλώς ήρθατε στο ανανεωμένο μας φόρουμ!
Με πολλή χαρά περιμένουμε τις νέες σας δημοσιεύσεις!

Γέννεσις
Συντονιστές: Νίκος, Anastasios68, johnge
ΚΕΦΑΛΑΙΟ 24
ΚΕΦΑΛΑΙΟ 24
ΚΑΙ ῾Αβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν ῾Αβραὰμ κατὰ πάντα. καὶ εἶπεν ῾Αβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς, ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ᾿Ισαὰκ ἐκεῖθεν. εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; εἶπε δὲ πρὸς αὐτὸν ῾Αβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν ῾Αβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ρήματος τούτου.
Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ. καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ. ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου ῾Αβραάμ. καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ρεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ ῾Αβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς. ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη. ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων. καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ. ἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν. καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι. ἡ δὲ εἶπεν αὐτῷ· θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ. καὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι. καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ρήματα ταῦτα. τῇ δὲ Ρεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ρήματα Ρεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς καὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ. καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ρήματά μου. καὶ εἶπαν· λάλησον.
Καὶ εἶπε· παῖς ῾Αβραὰμ ἐγώ εἰμι. Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους. καὶ ἔτεκε Σάρρα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ. καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν, ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ. καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου. καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου ῾Αβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ, ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ, καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι ᾿Ισαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου ῾Αβραάμ. καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ρεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με. καί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε. καὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς· καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου ῾Αβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ. εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν.
᾿Αποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν. ἰδοὺ Ρεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καί ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος. ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ ῾Αβραὰμ τῶν ρημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ. καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ρεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς. καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν.
Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται. ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. οἱ δὲ εἶπαν· καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς. καὶ ἐκάλεσαν τὴν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι. καὶ ἐξέπεμψαν Ρεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ ῾Αβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ. καὶ εὐλόγησαν Ρεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων. ἀναστᾶσα δὲ Ρεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ρεβέκκαν ἀπῆλθεν.
᾿Ισαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα. καὶ ἐξῆλθεν ᾿Ισαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας. καὶ ἀναβλέψασα Ρεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν ᾿Ισαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. καὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο. καὶ διηγήσατο ὁ παῖς τῷ ᾿Ισαὰκ πάντα τὰ ρήματα, ἃ ἐποίησεν. εἰσῆλθε δὲ ᾿Ισαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ρεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη ᾿Ισαὰκ περὶ Σάρρας τῆς μητρὸς αὐτοῦ.

Μην ταράζεσθε και μην ανησυχείτε διότι αυτός που γνωρίζει όσα υποφέρετε
και είναι σε θέση να τα εμποδίσει είναι φανερό ότι δεν τα εμποδίζει, επειδή προνοεί και ενδιαφέρεται για σας.

ΚΕΦΑΛΑΙΟ 25
ΚΕΦΑΛΑΙΟ 25
ΠΡΟΣΘΕΜΕΝΟΣ δὲ ῾Αβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα. ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν ᾿Ιεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν ᾿Ιεσβὼκ καὶ τὸν Σωκέ. Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ραγουὴλ καὶ Ναβδεὴλ καὶ ᾿Ασσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ. υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ ᾿Αφεὶρ καὶ ᾿Ενὼχ καὶ ᾿Αβειρὰ καὶ ᾿Ελδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
῎Εδωκε δὲ ῾Αβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ, καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν ῾Αβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν. ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς ῾Αβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη. καὶ ἐκλείπων ἀπέθανεν ῾Αβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. καὶ ἔθαψαν αὐτὸν ᾿Ισαὰκ καὶ ᾿Ισμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν ᾿Εφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ, τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο ῾Αβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν ῾Αβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ. ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν ῾Αβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν ᾿Ισαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν ᾿Ισαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
Αὗται δέ αἱ γενέσεις ᾿Ισμαὴλ τοῦ υἱοῦ ῾Αβραάμ, ὃν ἔτεκεν ῎Αγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάρρας τῷ ῾Αβραάμ. καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος ᾿Ισμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ ᾿Ιετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. οὗτοί εἰσιν οἱ υἱοὶ ᾿Ισμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν. καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ᾿Ισμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ. κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς ᾿Ασσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
Καὶ αὗται αἱ γενέσεις ᾿Ισαὰκ τοῦ υἱοῦ ῾Αβραάμ· ῾Αβραὰμ ἐγέννησε τὸν ᾿Ισαάκ. ἦν δὲ ᾿Ισαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ρεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. ἐδέετο δὲ ᾿Ισαὰκ Κυρίου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ρεβέκκα ἡ γυνὴ αὐτοῦ. ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου. καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς. ἐξῆλθε δὲ ὁ πρωτότοκος πυρράκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ ῾Ησαῦ. καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ῾Ησαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ. ᾿Ισαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ρεβέκκα.
Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν ῾Ησαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, ᾿Ιακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν. ἠγάπησε δὲ ᾿Ισαὰκ τὸν ῾Ησαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ρεβέκκα δὲ ἠγάπα τὸν ᾿Ιακώβ. ἥψησε δὲ ᾿Ιακὼβ ἕψημα· ἦλθε δὲ ῾Ησαῦ ἐκ τοῦ πεδίου ἐκλείπων, καὶ εἶπεν ῾Ησαῦ τῷ ᾿Ιακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυρροῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Εδώμ. εἶπε δὲ ᾿Ιακὼβ τῷ ῾Ησαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί. καὶ εἶπεν ῾Ησαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; καὶ εἶπεν αὐτῷ ᾿Ιακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ ῾Ησαῦ τὰ πρωτοτόκια τῷ ᾿Ιακώβ. ᾿Ιακὼβ δὲ ἔδωκε τῷ ῾Ησαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν ῾Ησαῦ τὰ πρωτοτόκια.

ΚΕΦΑΛΑΙΟ 26
ΚΕΦΑΛΑΙΟ 26
ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ ῾Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα. ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω. καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ ῾Αβραὰμ τῷ πατρί σου. καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσεν ῾Αβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου. κατῴκησε δὲ ᾿Ισαὰκ ἐν Γεράροις.
᾿Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ρεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν. ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας ᾿Αβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν ᾿Ισαὰκ παίζοντα μετὰ Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ. ἐκάλεσε δὲ ᾿Αβιμέλεχ τὸν ᾿Ισαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ ᾿Ισαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι᾿ αὐτήν. εἶπε δὲ αὐτῷ ᾿Αβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν. συνέταξε δὲ ᾿Αβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται. ἔσπειρε δὲ ᾿Ισαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος. καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα· ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ, καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς. εἶπε δὲ ᾿Αβιμέλεχ πρὸς ᾿Ισαάκ· ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. καὶ ἀπῆλθεν ἐκεῖθεν ᾿Ισαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ. καὶ πάλιν ᾿Ισαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες ῾Αβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν ῾Αβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ. καὶ ὤρυξαν οἱ παῖδες ᾿Ισαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος. καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων ᾿Ισαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος ᾿Αδικία· ἠδίκησαν γὰρ αὐτόν. ἀπάρας δὲ ᾿Ισαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Εχθρία. ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
᾿Ανέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς ῾Αβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾿ ῾Αβραὰμ τὸν πατέρα σου. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες ᾿Ισαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων. καὶ ᾿Αβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ ῾Οχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ. καὶ εἶπεν αὐτοῖς ᾿Ισαάκ· ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν. οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην, μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου. καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς ᾿Ισαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας. ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ᾿Ισαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ. καὶ ἐκάλεσεν αὐτὸ ῞Ορκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
῏Ην δὲ ῾Ησαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα ᾿Ιουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα ῾Ελὼν Χετταίου. καὶ ἦσαν ἐρίζουσαι τῷ ᾿Ισαὰκ καὶ τῇ Ρεβέκκᾳ.

ΚΕΦΑΛΑΙΟ 27
ΚΕΦΑΛΑΙΟ 27
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὸ γηράσαι τὸν ᾿Ισαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ. καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου· νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με. Ρεβέκκα δὲ ἤκουσε λαλοῦντος ᾿Ισαὰκ πρὸς ῾Ησαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ ῾Ησαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ρεβέκκα δὲ εἶπε πρὸς ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ῾Ησαῦ τὸν ἀδελφόν σου λέγοντος· ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με. νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι. καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. εἶπε δὲ ᾿Ιακὼβ πρὸς Ρεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν ῾Ησαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος· μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν. εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι. πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ. καὶ λαβοῦσα Ρεβέκκα τὴν στολὴν ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν εἰς τὰς χεῖρας ᾿Ιακὼβ τοῦ υἱοῦ αὐτῆς. καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. εἶπε δέ· πάτερ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ· τίς εἶ σὺ τέκνον; καὶ εἶπεν ᾿Ιακὼβ τῷ πατρί· ἐγὼ ῾Ησαῦ ὁ πρωτότοκός σου· πεποίηκα καθὰ ἐλάλησάς μοι· ἀναστὰς κάθισον καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. εἶπε δὲ ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον μου. εἶπε δὲ ᾿Ισαὰκ τῷ ᾿Ιακώβ· ἔγγισόν μοι καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ ἢ οὔ. ἤγγισε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· ἡ μὲν φωνὴ φωνὴ ᾿Ιακώβ, αἱ δὲ χεῖρες χεῖρες ῾Ησαῦ. καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι· καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπε· σὺ εἶ ὁ υἱός μου ῾Ησαῦ; ὁ δὲ εἶπεν· ἐγώ. καὶ εἶπε· προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· ἔγγισόν μοι καὶ φίλησόν με τέκνον. καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν· ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος. καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου. καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλογημένος.
Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι ᾿Ισαὰκ εὐλογοῦντα ᾿Ιακὼβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο, ὡς ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ προσώπου ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ. καὶ εἶπε τῷ πατρί· ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. καὶ εἶπεν αὐτῷ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ· τίς εἶ σύ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος ῾Ησαῦ. ἐξέστη δὲ ᾿Ισαὰκ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπε· τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. ἐγένετο δέ, ἡνίκα ἤκουσεν ῾Ησαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν· εὐλόγησον δή κἀμέ, πάτερ. εἶπε δὲ αὐτῷ· ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. καὶ εἶπε· δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ ᾿Ιακώβ· ἐπτέρνικε γάρ με ἰδοὺ δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου· καὶ εἶπεν ῾Ησαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ; ἀποκριθεὶς δὲ ᾿Ισαὰκ εἶπε τῷ ῾Ησαῦ· εἰ κύριον αὐτὸν πεποίηκά σου καὶ πάντας τοὺς ἀδελφούς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; εἶπε δὲ ῾Ησαῦ πρὸς τὸν πατέρα αὐτοῦ· μὴ εὐλογία μία σοί ἐστι, πάτερ; εὐλόγησον δὴ κἀμέ, πάτερ. κατανυχθέντος δὲ ᾿Ισαὰκ ἀνεβόησε φωνῇ ῾Ησαῦ καὶ ἔκλαυσεν. ἀποκριθεὶς δὲ ᾿Ισαὰκ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ· ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν. καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς, καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου.
Καὶ ἐνεκότει ῾Ησαῦ τῷ ᾿Ιακὼβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ· εἶπε δὲ ῾Ησαῦ ἐν τῇ διανοίᾳ αὐτοῦ· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω ᾿Ιακὼβ τὸν ἀδελφόν μου. ἀπηγγέλη δὲ Ρεβέκκᾳ τὰ ρήματα ῾Ησαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, καὶ πέμψασα ἐκάλεσεν ᾿Ιακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ· ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε· νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρράν. καὶ οἴκησον μετ᾿ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ. καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν, μή ποτε ἀποτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ.
Εἶπε δὲ Ρεβέκκα πρὸς ᾿Ισαάκ· προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ· εἰ λήψεται ᾿Ιακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί μοι τὸ ζῆν;

Re: Γέννεσις
ΚΕΦΑΛΑΙΟ 28
ΠΡΟΣΚΑΛΕΣΑΜΕΝΟΣ δὲ ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων· ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον Βαθουὴλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου. ὁ δὲ Θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν· καὶ δῴη σοι τὴν εὐλογίαν ῾Αβραὰμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ ῾Αβραάμ. καὶ ἀπέστειλεν ᾿Ισαὰκ τὸν ᾿Ιακὼβ καὶ ἐπορεύθη εἰς τὴν Μεσσοποταμίαν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν Ρεβέκκας τῆς μητρὸς ᾿Ιακὼβ καὶ ῾Ησαῦ.
Εἶδε δὲ ῾Ησαῦ ὅτι εὐλόγησεν ᾿Ισαὰκ τὸν ᾿Ιακώβ, καὶ ἀπῴχετο εἰς τὴν Μεσοποταμίαν Συρίας λαβεῖν ἑαυτῷ γυναῖκα ἐκεῖθεν ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων· οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων, καὶ ἤκουσεν ᾿Ιακὼβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν Συρίας. ἰδὼν δὲ καὶ ῾Ησαῦ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες Χαναὰν ἐναντίον ᾿Ισαὰκ τοῦ πατρὸς αὐτοῦ, ἐπορεύθη ῾Ησαῦ πρὸς ᾿Ισμαὴλ καὶ ἔλαβε τὴν Μαελὲθ θυγατέρα ᾿Ισμαὴλ τοῦ υἱοῦ ῾Αβραάμ, ἀδελφὴν Ναβεώθ, πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα.
Καὶ ἐξῆλθεν ᾿Ιακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθῃ ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς. ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾿ αὐτῆς καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς ῾Αβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς ᾿Ισαάκ· μὴ φοβοῦ· ἡ γῆ, ἐφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου. καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν, καὶ ἐπ᾿ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. καὶ ἐξηγέρθη ᾿Ιακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο ἀλλ᾿ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. καὶ ἀνέστη ᾿Ιακὼβ τὸ πρωΐ καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Οἶκος Θεοῦ· καὶ Οὐλαμλοὺζ ἦν ὄνομα τῇ πόλει τὸ πρότερον. καὶ ηὔξατο ᾿Ιακὼβ εὐχὴν λέγων· ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ᾿ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι, καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καὶ ἔσται Κύριός μοι εἰς Θεόν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ, καὶ πάντων, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι.

ΚΕΦΑΛΑΙΟ 29
ΚΑΙ ἐξάρας ᾿Ιακὼβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς Λάβαν τὸν υἱὸν Βαθουὴλ τοῦ Σύρου, ἀδελφὸν δὲ Ρεβέκκας μητρὸς ᾿Ιακὼβ καὶ ῾Ησαῦ. καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ, ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ᾿ αὐτοῦ· ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια, λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀποκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ. εἶπε δὲ αὐτοῖς ᾿Ιακώβ· ἀδελφοί, πόθεν ἐστὲ ὑμεῖς; οἱ δὲ εἶπαν· ἐκ Χαρρὰν ἐσμέν. εἶπε δὲ αὐτοῖς· γινώσκετε Λάβαν τὸν υἱὸν Ναχώρ; οἱ δὲ εἶπαν· γινώσκομεν. εἶπε δὲ αὐτοῖς· ὑγιαίνει; οἱ δὲ εἶπαν· ὑγιαίνει. καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων. καὶ εἶπεν ᾿Ιακώβ· ἔτι ἐστὶν ἡμέρα πολλή, οὔπω ὥρα συναχθῆναι τὰ κτήνη· ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε. οἱ δὲ εἶπαν· οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν τὰ πρόβατα. ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ἰδοὺ Ραχὴλ ἡ θυγάτηρ Λάβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς· αὐτὴ γὰρ ἔβοσκε τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς. ἐγένετο δέ, ὡς εἶδεν ᾿Ιακὼβ τὴν Ραχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ προσελθὼν ᾿Ιακὼβ ἀπεκύλισε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζε τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ. καὶ ἐφίλησεν ᾿Ιακὼβ τὴν Ραχήλ· καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσε. καὶ ἀπήγγειλε τῇ Ραχήλ, ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστι καὶ ὅτι υἱὸς Ρεβέκκας ἐστί, καὶ δραμοῦσα ἀπήγγειλε τῷ πατρὶ αὐτῆς κατὰ τά ρήματα ταῦτα. ἐγένετο δέ, ὡς ἤκουσε Λάβαν τὸ ὄνομα ᾿Ιακὼβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ, ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησε καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ. καὶ διηγήσατο τῷ Λάβαν πάντας τοὺς λόγους τούτους. καὶ εἶπεν αὐτῷ Λάβαν· ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ. καὶ ἦν μετ᾿ αὐτοῦ μῆνα ἡμερῶν.
Εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί; τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ραχήλ. οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ραχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα. ἠγάπησε δὲ ᾿Ιακὼβ τὴν Ραχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ραχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ. καὶ ἐδούλευσεν ᾿Ιακὼβ περὶ Ραχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. εἶπε δὲ ᾿Ιακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν. συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον. καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς ᾿Ιακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν ᾿Ιακώβ. ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ ᾿Ιακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ραχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με; ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν· συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα. ἐποίησε δὲ ᾿Ιακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ραχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην. καὶ εἰσῆλθε πρὸς Ραχήλ· ἠγάπησε δὲ Ραχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.
᾿Ιδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐμισεῖτο Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ραχὴλ δὲ ἦν στεῖρα· καὶ συνέλαβε Λεία καὶ ἔτεκεν υἱὸν τῷ ᾿Ιακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ρουβὴν λέγουσα· διότι εἶδέ μου Κύριος τὴν ταπείνωσιν, καὶ ἔδωκέ μοι υἱόν· νῦν οὖν ἀγαπήσει με ὁ ἀνήρ μου. καὶ συνέλαβε πάλιν καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ᾿Ιακὼβ καὶ εἶπεν· ὅτι ἤκουσε Κύριος ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Συμεών· καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν· ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Λευεί. καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπε· νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιούδαν. καὶ ἔστη τοῦ τίκτειν.

ΚΕΦΑΛΑΙΟ 30
ΙΔΟΥΣΑ δὲ Ραχὴλ ὅτι οὐ τέτοκε τῷ ᾿Ιακώβ, καὶ ἐζήλωσε Ραχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ ᾿Ιακώβ· δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ. θυματωθεὶς δὲ ᾿Ιακὼβ τῇ Ραχὴλ εἶπεν αὐτῇ· μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; εἶπε δὲ Ραχὴλ τῷ ᾿Ιακώβ· ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς. καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν ᾿Ιακώβ. καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. καὶ εἶπε Ραχήλ· ἔκρινέ μοι ὁ Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν. καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ᾿Ιακώβ. καὶ εἶπε Ραχήλ· συναντελάβετό μου ὁ Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.
Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ ᾿Ιακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. καὶ εἶπε Λεία. ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ. καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ ᾿Ιακὼβ υἱὸν δεύτερον. καὶ εἶπε Λεία· μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ασήρ.
᾿Επορεύθη δὲ Ρουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ραχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. εἶπε δὲ Λεία· οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ραχήλ· οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. εἰσῆλθε δὲ ᾿Ιακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε· πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην. καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ ᾿Ιακὼβ υἱὸν πέμπτον. καὶ εἶπε Λεία· δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισσάχαρ, ὅ ἐστι μισθός. καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ ᾿Ιακώβ. καὶ εἶπε Λεία· δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα.
᾿Εμνήσθη δὲ ὁ Θεὸς τῆς Ραχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, καὶ συλλαβοῦσα ἔτεκε τῷ ᾿Ιακὼβ υἱόν. εἶπε δὲ Ραχήλ· ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ιωσὴφ λέγουσα· προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον.
᾿Εγένετο δὲ ὡς ἔτεκε Ραχὴλ τὸν ᾿Ιωσήφ, εἶπεν ᾿Ιακὼβ τῷ Λάβαν· ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι. εἶπε δὲ αὐτῷ Λάβαν· εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. εἶπε δὲ ᾿Ιακώβ· σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ· μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; καὶ εἶπεν αὐτῷ Λάβαν· τί σοι δώσω; εἶπε δὲ αὐτῷ ᾿Ιακώβ· οὐ δώσεις μοι οὐδέν· ἐὰν ποιήσῃς μοι τὸ ρῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω. παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ραντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός. καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ραντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί. εἶπε δὲ αὐτῷ Λάβαν· ἔστω κατὰ τὸ ρῆμά σου. καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ραντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ραντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον ᾿Ιακώβ. ᾿Ιακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. ἔλαβε δὲ ἑαυτῷ ᾿Ιακὼβ ράβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς ᾿Ιακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ράβδοις τὸ λευκόν, ὃ ἐλέπισε, ποικίλον. καὶ παρέθηκε τὰς ράβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ράβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ράβδους· καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ράβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ραντά. τοὺς δὲ ἀμνοὺς διέστειλεν ᾿Ιακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾿ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν ᾿Ιακὼβ τὰς ράβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ράβδους· ἡνίκα δ᾿ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ ᾿Ιακώβ. καὶ ἐπλούτισεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.

ΚΕΦΑΛΑΙΟ 31
ΗΚΟΥΣΕ δὲ ᾿Ιακὼβ τὰ ρήματα τῶν υἱῶν Λάβαν λεγόντων· εἴληφεν ᾿Ιακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. καὶ εἶδεν ᾿Ιακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν. εἶπε δὲ Κύριος πρὸς ᾿Ιακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. ἀποστείλας δὲ ᾿Ιακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια. καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ. καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά. καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί. καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· ᾿Ιακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ· ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν. πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.
᾿Αναστὰς δὲ ᾿Ιακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους. καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν. Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ραχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. ἔκρυψε δὲ ᾿Ιακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει. καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα ᾿Ιακώβ, καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ· φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ ᾿Ιακὼβ πονηρά. καὶ κατέλαβε Λάβαν τὸν ᾿Ιακώβ· ᾿Ιακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ. εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας, καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας. καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ ᾿Ιακὼβ πονηρά. νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου; ἀποκριθεὶς δὲ ᾿Ιακὼβ εἶπε τῷ Λάβαν· ὅτι ἐφοβήθην· εἶπα γάρ· μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά. καὶ εἶπεν ᾿Ιακώβ· παρ᾿ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρ᾿ ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ ᾿Ιακώβ, ὅτι Ραχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον ᾿Ιακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ραχήλ. Ραχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς. καὶ εἶπε τῷ πατρὶ αὐτῆς· μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα. ὠργίσθη δὲ ᾿Ιακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ ᾿Ιακὼβ εἶπε τῷ Λάβαν· τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· θηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ᾿ ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός· ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου. ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν. εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου ῾Αβραὰμ καὶ ὁ φόβος ᾿Ισαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές. ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ ᾿Ιακώβ· αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον; νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώ τε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ· ἰδοὺ οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. λαβὼν δὲ ᾿Ιακὼβ λίθον ἔστησεν αὐτὸν στήλην. εἶπε δὲ ᾿Ιακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ. καὶ εἶπεν αὐτῷ Λάβαν· ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον. καὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. ᾿Ιακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ. καὶ ἡ ῞Ορασις, ἣν εἶπεν· ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ᾿ ἑτέρου. εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ. καὶ εἶπε Λάβαν τῷ ᾿Ιακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη. ἐὰν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, ὁ Θεὸς ῾Αβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν. καὶ ὤμοσεν ᾿Ιακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ ᾿Ισαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. ἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 32
ΚΑΙ ᾿Ιακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ. καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. εἶπε δὲ ᾿Ιακώβ, ἡνίκα εἶδεν αὐτούς· παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί.
᾿Απέστειλε δὲ ᾿Ιακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς ῾Ησαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηείρ, εἰς χώραν ᾿Εδώμ. καὶ ἐνετείλατο αὐτοῖς λέγων· οὕτως ἐρεῖτε τῷ κυρίῳ μου ῾Ησαῦ· οὕτως λέγει ὁ παῖς σου ᾿Ιακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν, καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου ῾Ησαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς ᾿Ιακὼβ λέγοντες· ἤλθομεν πρὸς τὸν ἀδελφόν σου ῾Ησαῦ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. ἐφοβήθη δὲ ᾿Ιακὼβ σφόδρα, καὶ ἠπορεῖτο. καὶ διεῖλε τὸν λαὸν τὸν μεθ᾿ ἑαυτοῦ καὶ τοὺς βόας καὶ τὰς καμήλους καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς, καὶ εἶπεν ᾿Ιακώβ· ἐὰν ἔλθῃ ῾Ησαῦ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι. εἶπε δὲ ᾿Ιακώβ· ὁ Θεὸς τοῦ πατρός μου ῾Αβραὰμ καὶ ὁ Θεὸς τοῦ πατρός μου ᾿Ισαάκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω, ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν ᾿Ιορδάνην τοῦτον, νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς. ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς ῾Ησαῦ, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μή ποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις. σὺ δὲ εἶπας· εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερε δῶρα καὶ ἐξαπέστειλεν ῾Ησαῦ τῷ ἀδελφῷ αὐτοῦ, αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι, καμήλους θηλαζούσας, καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα. καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπε δὲ τοῖς παισὶν αὐτοῦ· προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης. καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων· ἐάν σοι συναντήσῃ ῾Ησαῦ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε, λέγων· τίνος εἶ καὶ ποῦ πορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου; ἐρεῖς· τοῦ παιδός σου ᾿Ιακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου ῾Ησαῦ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν. καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων· κατὰ τὸ ρῆμα τοῦτο λαλήσατε ῾Ησαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν καὶ ἐρεῖτε· ἰδοὺ ὁ παῖς σου ᾿Ιακὼβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπε γάρ· ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου. καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.
᾿Αναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ ᾿Ιαβώκ· καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. ὑπελείφθη δὲ ᾿Ιακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωΐ. εἶδε δέ, ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ ᾿Ιακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ. καὶ εἶπεν αὐτῷ· ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν· οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δὲ αὐτῷ· τί τὸ ὄνομά σου ἐστίν, ὁ δὲ εἶπεν· ᾿Ιακώβ. καὶ εἶπεν αὐτῷ· οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ᾿Ιακώβ, ἀλλ᾿ ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετ᾿ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησε δὲ ᾿Ιακὼβ καὶ εἶπεν· ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν· ἱνατί τοῦτο ἐρωτᾶς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δέ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ· ἕνεκεν τούτου οὐ μὴ φάγωσιν υἱοὶ ᾿Ισραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ ᾿Ιακὼβ τοῦ νεύρου, ὃ ἐνάρκησεν.

ΚΕΦΑΛΑΙΟ 33
ΑΝΑΒΛΕΨΑΣ δὲ ᾿Ιακὼβ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καὶ ἰδοὺ ῾Ησαῦ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ᾿ αὐτοῦ. καὶ διεῖλεν ᾿Ιακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ ἐπί Ραχὴλ καὶ τὰς δύος παιδίσκας. καὶ ἔθετο τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχὴλ καὶ ᾿Ιωσὴφ ἐσχάτους. αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τῷ ἀδελφῷ αὐτοῦ. καὶ προσέδραμεν ῾Ησαῦ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσαν ἀμφότεροι. καὶ ἀναβλέψας ῾Ησαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπε· τί ταῦτά σοι ἐστίν; ὁ δὲ εἶπε· τὰ παιδία, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν, καὶ προσήγγισε Λεία καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν. καὶ μετὰ ταῦτα προσήγγισε Ραχὴλ καὶ ᾿Ιωσὴφ καὶ προσεκύνησαν. καὶ εἶπε· τί ταῦτά σοι ἐστί, πᾶσαι αἱ παρεμβολαί αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν· ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε. εἶπε δὲ ῾Ησαῦ· ἔστι μοι πολλά, ἀδελφέ· ἔστω σοι τὰ σά. εἶπε δὲ ᾿Ιακώβ· εἰ εὗρον χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ, καὶ εὐδοκήσεις με. λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς καὶ ἔστι μοι πάντα. καὶ ἐβιάσατο αὐτὸν καὶ ἔλαβε· καὶ εἶπεν· ἀπάραντες πορευσώμεθα ἐπ᾿ εὐθεῖαν. εἶπε δὲ αὐτῷ· ὁ κύριός μου γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ᾿ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη. προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδὸς αὐτοῦ, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων, ἕως τοῦ ἐλθεῖν με πρὸς τὸν κύριόν μου εἰς Σηείρ. εἶπε δὲ ῾Ησαῦ· καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ᾿ ἐμοῦ. ὁ δὲ εἶπεν· ἱνατί τοῦτο; ἱκανόν, ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε. ἀπέστρεψε δὲ ῾Ησαῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηείρ.
Καὶ ᾿Ιακὼβ ἀπαίρει εἰς σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησε σκηνάς· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Σκηναί. καὶ ἦλθεν ᾿Ιακὼβ εἰς Σαλὴμ πόλιν Σικίμων, ἥ ἐστιν ἐν γῇ Χαναάν, ὅτε ἐπανῆλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλε κατὰ πρόσωπον τῆς πόλεως. καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ ᾿Εμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν. καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν Θεὸν ᾿Ισραήλ