Αγαπητά μέλη και επισκέπτες, καλώς ήρθατε στο ανανεωμένο μας φόρουμ!
Με πολλή χαρά περιμένουμε τις νέες σας δημοσιεύσεις!

Γέννεσις
Συντονιστές: Νίκος, Anastasios68, johnge
Re: Γέννεσις
ΚΕΦΑΛΑΙΟ 34
ΕΞΗΛΘΕ δὲ Δείνα ἡ θυγάτηρ Λείας, ἣν ἔτεκε τῷ ᾿Ιακώβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. καὶ εἶδεν αὐτὴν Συχὲμ ὁ υἱὸς ᾿Εμμὼρ ὁ Εὐαῖος, ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτήν, ἐκοιμήθη μετ᾿ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν. καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς ᾿Ιακὼβ καὶ ἠγάπησε τὴν παρθένον καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ. εἶπε Συχὲμ πρὸς ᾿Εμμὼρ τὸν πατέρα αὐτοῦ λέγων· λαβέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. ᾿Ιακὼβ δὲ ἤκουσεν, ὅτι ἐμίανεν ὁ υἱὸς ᾿Εμμὼρ Δείναν τὴν θυγατέρα αὐτοῦ· οἱ δὲ υἱοὶ αὐτοῦ ἦσαν μετὰ τῶν κτηνῶν αὐτοῦ ἐν τῷ πεδίῳ. παρεσιώπησε δὲ ᾿Ιακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς. ἐξῆλθε δὲ ᾿Εμμὼρ ὁ πατὴρ Συχὲμ πρὸς ᾿Ιακὼβ λαλῆσαι αὐτῷ. οἱ δὲ υἱοὶ ᾿Ιακὼβ ἦλθον ἐκ τοῦ πεδίου· ὡς δὲ ἤκουσαν, κατενύγησαν οἱ ἄνδρες, καὶ λυπηρὸν ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίησεν ἐν ᾿Ισραὴλ κοιμηθεὶς μετὰ τῆς θυγατρός ᾿Ιακώβ, καὶ οὐχ οὕτως ἔσται. καὶ ἐλάλησεν ᾿Εμμὼρ αὐτοῖς λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν· δότε οὖν αὐτὴν αὐτῷ γυναῖκα καὶ ἐπιγαμβρεύσασθε ἡμῖν· τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν. καὶ ἐν ἡμῖν κατοικεῖτε, καὶ ἡ γῆ ἰδοὺ πλατεῖα ἐναντίον ὑμῶν· κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ᾿ αὐτῆς καὶ ἐγκτᾶσθε ἐν αὐτῇ. εἶπε δὲ Συχὲμ πρὸς τὸν πατέρα αὐτῆς καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς· εὕροιμι χάριν ἐναντίον ὑμῶν, καὶ ὃ ἐὰν εἴπητε, δώσομεν. πληθύνατε τὴν φερνὴν σφόδρα, καὶ δώσω καθότι ἂν εἴπητέ μοι, καὶ δώσατέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. ἀπεκρίθησαν δὲ οἱ υἱοὶ ᾿Ιακὼβ τῷ Συχὲμ καὶ ᾿Εμμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου καὶ ἐλάλησαν αὐτοῖς, ὅτι ἐμίαναν Δείνα τὴν ἀδελφὴν αὐτῶν, καὶ εἶπαν αὐτοῖς Συμεὼν καὶ Λευὶ οἱ ἀδελφοὶ Δείνας· οὐ δυνησόμεθα ποιῆσαι τὸ ρῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν· ἔστι γὰρ ὄνειδος ἡμῖν. μόνον ἐν τούτῳ ὁμοιωθησόμεθα ὑμῖν και κατοικήσομεν ἐν ὑμῖν, ἐὰν γένησθε ὡς ἡμεῖς καὶ ὑμεῖς ἐν τῷ περιτμηθῆναι ὑμῶν πᾶν ἀρσενικόν. καὶ δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν καὶ ἀπό τῶν θυγατέρων ὑμῶν ληψόμεθα ἡμῖν γυναῖκας καὶ οἰκήσομεν παρ᾿ ὑμῖν καὶ ἐσόμεθα ὡς γένος ἕν. ἐὰν δὲ μὴ εἰσακούσητε ἡμῶν τοῦ περιτεμέσθαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευσόμεθα. καὶ ἤρεσαν οἱ λόγοι ἐναντίον ᾿Εμμὼρ καὶ ἐναντίον Συχὲμ τοῦ υἱοῦ ᾿Εμμώρ. καὶ οὐκ ἐχρόνισεν ὁ νεανίσκος τοῦ ποιῆσαι τὸ ρῆμα τοῦτο· ἐνέκειτο γὰρ τῇ θυγατρὶ ᾿Ιακώβ· αὐτὸς δὲ ἦν ἐνδοξότατος πάντων τῶν ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ. ἦλθε δὲ ᾿Εμμὼρ καὶ Συχὲμ ὁ υἱὸς αὐτοῦ πρὸς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ ἐλάλησαν πρὸς τοὺς ἄνδρας τῆς πόλεως αὐτῶν λέγοντες· οἱ ἄνθρωποι οὗτοι εἰρηνικοί εἰσι, μεθ᾿ ἡμῶν οἰκείτωσαν ἐπὶ τῆς γῆς καὶ ἐμπορευέσθωσαν αὐτήν, ἡ δὲ γῆ ἰδοὺ πλατεῖα ἐναντίον αὐτῶν. τὰς θυγατέρας αὐτῶν ληψόμεθα ἡμῖν γυναῖκας καὶ τὰς θυγατέρας ἡμῶν δώσομεν αὐτοῖς. ἐν τούτῳ μόνον ὁμοιωθήσονται ἡμῖν οἱ ἄνθρωποι τοῦ κατοικεῖν μεθ᾿ ἡμῶν, ὥστε εἶναι λαὸν ἕνα, ἐν τῷ περιτεμέσθαι ἡμῶν πᾶν ἀρσενικόν, καθὰ καὶ αὐτοὶ περιτέτμηνται. καὶ τὰ κτήνη αὐτῶν καὶ τὰ τετράποδα καὶ τὰ ὑπάρχοντα αὐτῶν οὐχ ἡμῶν ἔσται· μόνον ἐν τούτῳ ὁμοιωθῶμεν αὐτοῖς, καὶ οἰκήσουσι μεθ᾿ ἡμῶν. καὶ εἰσήκουσαν ᾿Εμμὼρ καὶ Συχὲμ τοῦ υἱοῦ αὐτοῦ πάντες οἱ ἐμπορευόμενοι τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ περιετέμοντο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτῶν πᾶς ἄρσην. ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ, ἔλαβον οἱ δύο υἱοὶ ᾿Ιακὼβ Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας ἕκαστος τὴν μάχαιραν αὐτοῦ καὶ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· τόν τε ᾿Εμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ ἀπέκτειναν ἐν στόματι μαχαίρας. καὶ ἔλαβον τὴν Δείναν ἐκ τοῦ οἴκου τοῦ Συχὲμ καὶ ἐξῆλθον. οἱ δὲ υἱοὶ ᾿Ιακὼβ εἰσῆλθον ἐπὶ τοὺς τραυματίας καὶ διήρπασαν τὴν πόλιν, ἐν ᾗ ἐμίαναν Δείναν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν, ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν τῷ πεδίῳ, ἔλαβον. καὶ πάντα τὰ σώματα αὐτῶν καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰς γυναῖκας αὐτῶν ᾐχμαλώτευσαν, καὶ διήρπασαν ὅσα τε ἦν ἐν τῇ πόλει καὶ ὅσα ἦν ἐν ταῖς οἰκίαις. εἶπε δὲ ᾿Ιακὼβ πρὸς Συμεὼν καὶ Λευί· μισητόν με πεποιήκατε, ὥστε πονηρόν με εἶναι πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, ἔν τε τοῖς Χαναναίοις καὶ ἐν τοῖς Φερεζαίοις· ἐγὼ δὲ ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, καὶ συναχθέντες ἐπ᾿ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγὼ καὶ ὁ οἶκός μου. οἱ δὲ εἶπαν· ἀλλ᾿ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ ἡμῶν;

Μην ταράζεσθε και μην ανησυχείτε διότι αυτός που γνωρίζει όσα υποφέρετε
και είναι σε θέση να τα εμποδίσει είναι φανερό ότι δεν τα εμποδίζει, επειδή προνοεί και ενδιαφέρεται για σας.

ΚΕΦΑΛΑΙΟ 35
ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς ᾿Ιακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ σου. εἶπε δὲ ᾿Ιακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾿ αὐτοῦ· ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. καὶ ἔδωκαν τῷ ᾿Ιακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ ᾿Ιακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. καὶ ἐξῇρεν ᾿Ισραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ᾿Ισραήλ. ἦλθε δὲ ᾿Ιακὼβ εἰς Λουζά, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾿ αὐτοῦ. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ῾Ησαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. ἀπέθανε δὲ Δεβῶρα ἡ τροφὸς Ρεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.
῎Ωφθη δὲ ὁ Θεὸς τῷ ᾿Ιακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός. καὶ εἶπεν αὐτῷ ὁ Θεός· τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι ᾿Ιακώβ, ἀλλ᾿ ᾿Ισραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ᾿Ισραήλ. εἶπε δὲ αὐτῷ ὁ Θεός· ἐγὼ ὁ Θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. καὶ τὴν γῆν, ἣν ἔδωκα ῾Αβραὰμ καὶ ᾿Ισαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾿ αὐτοῦ. καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ὁ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ᾿ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον. καὶ ἐκάλεσεν ᾿Ιακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ἐκεῖ ὁ Θεός, Βαιθήλ.
᾿Απάρας δὲ ᾿Ιακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν ᾿Εφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ. ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν. ἀπέθανε δὲ Ραχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου ᾿Εφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ). καὶ ἔστησεν ᾿Ιακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ραχὴλ ἕως τῆς ἡμέρας ταύτης. ἐγένετο δέ ἡνίκα κατῴκησεν ᾿Ισραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ ᾿Ιακώβ· καὶ ἤκουσεν ᾿Ισραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.
῏Ησαν δὲ οἱ υἱοὶ ᾿Ιακὼβ δώδεκα. υἱοὶ Λείας· πρωτότοκος ᾿Ιακὼβ Ρουβήν, Συμεών, Λευί, ᾿Ιούδας, ᾿Ισσάχαρ, Ζαβουλών. υἱοὶ δὲ Ραχήλ· ᾿Ιωσὴφ καὶ Βενιαμίν. υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν καὶ Νεφθαλείμ. υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ ᾿Ασήρ. οὗτοι υἱοὶ ᾿Ιακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
῏Ηλθε δὲ ᾿Ιακὼβ πρὸς ᾿Ισαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν ῾Αβραὰμ καὶ ᾿Ισαάκ. ἐγένοντο δὲ αἱ ἡμέραι ᾿Ισαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα, καὶ ἐκλείπων ᾿Ισαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν ῾Ησαῦ καὶ ᾿Ιακὼβ οἱ υἱοὶ αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 36
ΑΥΤΑΙ δὲ αἱ γενέσεις ῾Ησαῦ (αὐτός ἐστιν ᾿Εδώμ)· ῾Ησαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, τὴν ᾿Αδὰ θυγατέρα Αἰλὼμ τοῦ Χετταίου καὶ τοῦ ᾿Ολιβεμὰ θυγατέρα ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου καὶ τὴν Βασεμὰθ θυγατέρα ᾿Ισμαὴλ ἀδελφὴν Ναβεώθ. ἔτεκε δὲ αὐτῷ ᾿Αδὰ τὸν ῾Ελιφάς, καὶ Βασεμὰθ ἔτεκε τὸν Ραγουήλ, καὶ ᾿Ολιβεμὰ ἔτεκε τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ· οὗτοι υἱοὶ ῾Ησαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. ἔλαβε δὲ ῾Ησαῦ τὰς γυναῖκας αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πάντα τὰ κτήνη καὶ πάντα ὅσα ἐκτήσατο καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν, καὶ ἐπορεύθη ῾Ησαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπό προσώπου ᾿Ιακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ τοῦ οἰκεῖν ἅμα, καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. κατῴκησε δὲ ῾Ησαῦ ἐν τῷ ὄρει Σηεὶρ (῾Ησαῦ αὐτός ἐστιν ᾿Εδώμ).
Αὗται δὲ αἱ γενέσεις ῾Ησαῦ πατρὸς ᾿Εδὼμ ἐν τῷ ὄρει Σηείρ, καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ῾Ησαῦ· ῾Ελιφὰς υἱὸς ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ καὶ Ραγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς ῾Ησαῦ. ἐγένοντο δὲ ῾Ελιφὰς υἱοί· Θαιμάν, ῾Ωμάρ, Σωφάρ, Γοθὼμ καὶ Κενέζ· Θαμνὰ δὲ ἦν παλλακὴ ῾Ελιφὰς τοῦ υἱοῦ ῾Ησαῦ καὶ ἔτεκε τῷ ῾Ελιφὰς τὸν ᾿Αμαλήκ· οὗτοι υἱοὶ ᾿Αδᾶς γυναικὸς ῾Ησαῦ. οὗτοι δὲ υἱοὶ Ραγουήλ· Ναχόθ, Ζαρέ, Σομέ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ τοῦ υἱοῦ Σεβεγών, γυναικὸς ῾Ησαῦ· ἔτεκε δὲ τῷ ῾Ησαῦ τὸν ᾿Ιεοὺς καὶ τὸν ᾿Ιεγλὸμ καὶ τὸν Κορέ. οὗτοι ἡγεμόνες υἱοὶ ῾Ησαῦ· υἱοὶ ῾Ελιφὰς πρωτοτόκου ῾Ησαῦ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν ῾Ωμάρ, ἡγεμὼν Σωφάρ, ἡγεμὼν Κενέζ, ἡγεμὼν Κορέ, ἡγεμὼν Γοθώμ, ἡγεμὼν ᾿Αμαλήκ· οὗτοι ἡγεμόνες ῾Ελιφὰς ἐν γῇ ᾿Ιδουμαίᾳ· οὗτοι υἱοὶ ᾿Αδᾶς. καὶ οὗτοι υἱοὶ Ραγουὴλ υἱοῦ ῾Ησαῦ· ἡγεμὼν Ναχώθ, ἡγεμὼν Ζαρέ, ἡγεμὼν Σομέ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ραγουὴλ ἐν γῇ ᾿Εδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς ῾Ησαῦ. οὗτοι δὲ υἱοὶ ᾿Ολιβεμᾶς γυναικὸς ῾Ησαῦ· ἡγεμὼν ᾿Ιεούλ, ἡγεμὼν ᾿Ιεγλόμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες ᾿Ολιβεμᾶς θυγατρὸς ᾿Ανὰ γυναικὸς ῾Ησαῦ. οὗτοι υἱοὶ ῾Ησαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν. οὗτοί εἰσιν υἱοὶ ᾿Εδώμ.
Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χορραίου τοῦ κατοικοῦντος τὴν γῆν· Λωτά, Σωβάλ, Σεβεγών, ᾿Ανὰ καὶ Δησὼν καὶ ᾿Ασὰρ καὶ Ρισών· οὗτοι ἡγεμόνες τοῦ Χορραίου τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ ᾿Εδώμ. ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χορρὶ καὶ Αἰμάν· ἀδελφὴ δὲ Λωτὰν Θαμνά. οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ καὶ Μαναχὰθ καὶ Γαιβὴλ καὶ Σωφὰρ καὶ ῾Ωμάρ. καὶ οὗτοι υἱοὶ Σεβεγών· ᾿Αϊέ καὶ ᾿Ανά· οὗτός ἐστιν ᾿Ανά, ὃς εὗρε τὸν ᾿Ιαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ. οὗτοι δὲ υἱοὶ ᾿Ανά· Δησὼν καὶ ᾿Ολιβεμὰ θυγάτηρ ᾿Ανά. οὗτοι δὲ υἱοὶ Δησών· ᾿Αμαδὰ καὶ ᾿Ασβὰν καὶ ᾿Ιθρὰν καὶ Χαρράν. οὗτοι δὲ υἱοὶ ᾿Ασάρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ ᾿Ιουκάμ. οὗτοι δὲ υἱοὶ Ρισών· ῟Ως καὶ ᾿Αράν. οὗτοι δὲ ἡγεμόνες Χορρί· ἡγεμὼν Λωτάν, ἡγεμὼν Σωβάλ, ἡγεμὼν Σεβεγών, ἡγεμὼν ᾿Ανά, ἡγεμὼν Δησών, ἡγεμὼν ᾿Ασάρ, ἡγεμὼν Ρισών. οὗτοι ἡγεμόνες Χορρὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ ᾿Εδώμ.
Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν ᾿Εδὼμ πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν ᾿Ισραήλ. καὶ ἐβασίλευσεν ἐν ᾿Εδὼμ Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. ἀπέθανε δὲ Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ιωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. ἀπέθανε δὲ ᾿Ιωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Ασὼμ ἐκ τῆς γῆς Θαιμανών. ἀπέθανε δὲ ᾿Ασώμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. ἀπέθανε δὲ ᾿Αδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαδὰ ἐκ Μασεκκᾶς. ἀπέθανε δὲ Σαμαδά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ροωβὼθ τῆς παρὰ ποταμόν. ἀπέθανε δὲ Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ. ἀπέθανε δὲ Βαλαεννὼν υἱὸς ᾿Αχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ ᾿Αρὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ, ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεήλ, θυγάτηρ Ματραΐθ, υἱοῦ Μαιζοώβ.
Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων ῾Ησαῦ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. ἡγεμὼν Θαμνά, ἡγεμὼν Γωλά, ἡγεμὼν ᾿Ιεθέρ, ἡγεμὼν ᾿Ολιβεμάς, ἡγεμὼν ῾Ηλάς, ἡγεμὼν Φινών, ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, ἡγεμὼν Μαγεδιήλ, ἡγεμὼν Ζαφωίν. οὗτοι ἡγεμόνες ᾿Εδὼμ ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν. οὗτος ῾Ησαῦ πατὴρ ᾿Εδώμ.

ΚΕΦΑΛΑΙΟ 37
ΚΑΤῼΚΕΙ δὲ ᾿Ιακὼβ ἐν τῇ γῇ, οὗ παρώκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χαναάν. αὗται δὲ αἱ γενέσεις ᾿Ιακώβ· ᾿Ιωσὴφ δὲ δέκα καὶ ἑπτὰ ἐτῶν ἦν, ποιμαίνων τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀδελφῶν αὐτοῦ, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν τοῦ πατρὸς αὐτοῦ· κατήνεγκαν δὲ ᾿Ιωσὴφ ψόγον πονηρὸν πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτῶν. ᾿Ιακὼβ δέ ἠγάπα τὸν ᾿Ιωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ· ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν.
᾿Ενυπνιασθεὶς δὲ ᾿Ιωσὴφ ἐνύπνιον ἀπήγγειλεν αὐτὸ τοῖς ἀδελφοῖς αὐτοῦ. καὶ εἶπεν αὐτοῖς· ἀκούσατε τοῦ ἐνυπνίου τούτου, οὗ ἐνυπνιάσθην· ᾤμην ὑμᾶς δεσμεύειν δράγματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ὠρθώθη, περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα. εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ· μὴ βασιλεύων βασιλεύσεις ἐφ᾿ ἡμᾶς ἢ κυριεύων κυριεύσεις ἡμῶν; καὶ προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ ἕνεκεν τῶν ρημάτων αὐτοῦ. εἶδε δὲ ἐνύπνιον ἕτερον καὶ διηγήσατο αὐτῷ τῷ πατρὶ αὐτοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἐνυπνιασάμην ἐνύπνιον ἕτερον, ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα ἀστέρες προσεκύνουν με. καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ εἶπεν αὐτῷ· τί τὸ ἐνύπνιον τοῦτο, ὃ ἐνυπνιάσθης; ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ αὐτοῦ διετήρησε τὸ ρῆμα.
᾿Επορεύθησαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ βόσκειν τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν εἰς Συχέμ. καὶ εἶπεν ᾿Ισραὴλ πρὸς ᾿Ιωσήφ· οὐχὶ οἱ ἀδελφοί σου ποιμαίνουσιν εἰς Συχέμ; δεῦρο ἀποστείλω σε πρὸς αὐτούς. εἶπε δὲ αὐτῷ· ἰδοὺ ἐγώ. εἶπε δὲ αὐτῷ ᾿Ισραήλ· πορευθεὶς ἰδέ, εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. καὶ ἀπέστειλεν αὐτὸν ἐκ τῆς κοιλάδος τῆς Χεβρών, καὶ ἦλθεν εἰς Συχέμ. καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ· ἠρώτησε δὲ αὐτὸν ὁ ἄνθρωπος λέγων· τί ζητεῖς; ὁ δὲ εἶπε· τοὺς ἀδελφούς μου ζητῶ· ἀπάγγειλόν μοι, ποῦ βόσκουσιν. εἶπε δὲ αὐτῷ ὁ ἄνθρωπος· ἀπῄρκασιν ἐντεῦθεν, ἤκουσα γὰρ αὐτῶν λεγόντων· πορευθῶμεν εἰς Δωθαείμ. καὶ ἐπορεύθη ᾿Ιωσὴφ κατόπισθεν τῶν ἀδελφῶν αὐτοῦ καὶ εὗρεν αὐτοὺς ἐν Δωθαείμ. προεῖδον δὲ αὐτὸν μακρόθεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν πρὸς αὐτοὺς καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ρίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων καὶ ἐροῦμεν· θηρίον πονηρὸν κατέφαγεν αὐτόν· καὶ ὀψόμεθα, τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. ἀκούσας δὲ Ρουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ εἶπεν· οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν. εἶπε δὲ αὐτοῖς Ρουβήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς ἕνα τῶν λάκκων τούτων τῶν ἐν τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐγένετο δὲ ἡνίκα ἦλθεν ᾿Ιωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἐξέδυσαν ᾿Ιωσὴφ τὸν χιτῶνα τὸν ποικίλον τὸν περὶ αὐτόν καὶ λαβόντες αὐτόν ἔρριψαν εἰς τὸν λάκκον· ὁ δὲ λάκκος κενός, ὕδωρ οὐκ εἶχεν.
᾿Εκάθισαν δὲ φαγεῖν ἄρτον καὶ ἀναβλέψαντες τοῖς ὀφθαλμοῖς εἶδον, καὶ ἰδοὺ ὁδοιπόροι ᾿Ισμαηλῖται ἤρχοντο ἐκ Γαλαάδ, καὶ αἱ κάμηλοι αὐτῶν ἔγεμαν θυμιαμάτων καὶ ρητίνης καὶ στακτῆς· ἐπορεύοντο δὲ καταγαγεῖν εἰς Αἴγυπτον. εἶπε δὲ ᾿Ιούδας πρὸς τούς ἀδελφοὺς αὐτοῦ· τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; δεῦτε ἀποδώμεθα αὐτὸν τοῖς ᾿Ισμαηλίταις τούτοις, αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ᾿ αὐτόν, ὅτι ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. ἤκουσαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ. καὶ παρεπορεύοντο οἱ ἄνθρωποι οἱ Μαδιηναῖοι ἔμποροι, καὶ ἐξείλκυσαν καὶ ἀνεβίβασαν τὸν ᾿Ιωσὴφ ἐκ τοῦ λάκκου καὶ ἀπέδοντο τὸν ᾿Ιωσὴφ τοῖς ᾿Ισμαηλίταις εἴκοσι χρυσῶν, καὶ κατήγαγον τὸν ᾿Ιωσὴφ εἰς Αἴγυπτον. ἀνέστρεψε δὲ Ρουβὴν ἐπὶ τὸν λάκκον καὶ οὐχ ὁρᾷ τὸν ᾿Ιωσὴφ ἐν τῷ λάκκῳ. καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ. καὶ ἐπέστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. καὶ εἶπε· τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύομαι ἔτι;
Λαβόντες δὲ τὸν χιτῶνα τοῦ ᾿Ιωσὴφ ἔσφαξαν ἔριφον αἰγῶν καὶ ἐμόλυναν τὸν χιτῶνα τῷ αἵματι. καὶ ἀπέστειλαν τὸν χιτῶνα τὸν ποικίλον καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν. καὶ εἶπαν· τοῦτον εὕρομεν, ἐπίγνωθι εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν ἢ οὔ. καὶ ἐπέγνω αὐτὸν καὶ εἶπε· χιτὼν τοῦ υἱοῦ μού ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτόν, θηρίον ἥρπασε τὸν ᾿Ιωσήφ. διέρρηξε δὲ ᾿Ιακὼβ τὰ ἱμάτια αὐτοῦ καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. συνήχθησαν δὲ πάντες οἱ υἱοὶ αὐτοῦ καὶ αἱ θυγατέρες καὶ ἦλθον παρακαλέσαι αὐτόν, καὶ οὐκ ἤθελε παρακαλεῖσθαι λέγων ὅτι· καταβήσομαι πρὸς τὸν υἱόν μου πενθῶν εἰς ᾅδου. καὶ ἔκλαυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν ᾿Ιωσὴφ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ.

ΚΕΦΑΛΑΙΟ 38
ΕΓΕΝΕΤΟ δέ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη ᾿Ιούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπόν τινα ᾿Οδολλαμίτην, ᾧ ὄνομα Εἰράς. καὶ εἶδεν ἐκεῖ ᾿Ιούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά, καὶ ἔλαβεν αὐτὴν καὶ εἰσῆλθε πρὸς αὐτήν. καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ῎Ηρ. καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν ἔτι καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνάν. καὶ προσθεῖσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. αὕτη δὲ ἦν ἐν Χασβί, ἡνίκα ἔτεκεν αὐτούς. καὶ ἔλαβεν ᾿Ιούδας γυναῖκα ῍Ηρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ. ἐγένετο δὲ ῍Ηρ πρωτότοκος ᾿Ιούδα πονηρὸς ἔναντι Κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός. εἶπε δὲ ᾿Ιούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου καὶ ἐπιγάμβρευσαι αὐτὴν καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου. γνοὺς δὲ Αὐνὰν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο, καὶ ἐθανάτωσε καὶ τοῦτον. εἶπε δὲ ᾿Ιούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ· κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. εἶπε γάρ· μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς.
᾿Επληθύνθησαν δὲ αἱ ἡμέραι καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ ᾿Ιούδα· καὶ παρακληθεὶς ᾿Ιούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τά πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ ᾿Οδολλαμίτης εἰς Θαμνά. καὶ ἀπηγγέλη Θάμαρ τῇ νύμφῃ αὐτοῦ λέγοντες· ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ᾿ ἑαυτῆς, περιεβάλετο θέριστρον καὶ ἐκαλλωπίσατο καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνάν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. καὶ ἰδὼν αὐτὴν ᾿Ιούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς, καὶ οὐκ ἐπέγνω αὐτήν. ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδὸν καὶ εἶπεν αὐτῇ· ἔασόν με εἰσελθεῖν πρὸς σέ· οὐ γὰρ ἔγνω ὅτι νύμφη αὐτοῦ ἐστίν. ἡ δὲ εἶπε· τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; ὁ δὲ εἶπεν· ἐγώ σοι ἀποστελῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μου, ἡ δὲ εἶπεν· ἐὰν δῷς μοι ἀρραβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. ὁ δὲ εἶπε· τίνα τὸν ἀρραβῶνά σοι δώσω; ἡ δὲ εἶπε· τὸν δακτύλιόν σου καὶ τὸν ὁρμίσκον, καὶ τὴν ράβδον τὴν ἐν τῇ χειρί σου. καὶ ἔδωκεν αὐτῇ καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. καὶ ἀναστᾶσα ἀπῆλθε καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. ἀπέστειλε δὲ ᾿Ιούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ ᾿Οδολλαμίτου κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀρραβῶνα, καὶ οὐχ εὗρεν αὐτήν. ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου· ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν· οὐκ ἦν ἐνταῦθα πόρνη. καὶ ἀπεστράφη πρὸς ᾿Ιούδαν καὶ εἶπεν· οὐχ εὗρον, καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι μὴ εἶναι ὧδε πόρνην. εἶπε δὲ ᾿Ιούδας· ἐχέτω αὐτά, ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας.
᾿Εγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ ᾿Ιούδᾳ λέγοντες· ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας. εἶπε δὲ ᾿Ιούδας· ἐξαγάγετε αὐτήν, καὶ κατακαυθήτω. αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτῆς λέγουσα· ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω. καὶ εἶπεν· ἐπίγνωθι, τίνος ὁ δακτύλιος καὶ ὁ ὁρμίσκος καὶ ἡ ράβδος αὕτη. ἐπέγνω δὲ ᾿Ιούδας καὶ εἶπε· δεδικαίωται Θάμαρ ἢ ἐγώ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼν τῷ υἱῷ μου. καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν.
᾿Εγένετο δὲ ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτήν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπί τὴν χεῖρα αὐτοῦ κόκκινον λέγουσα· οὗτος ἐξελεύσεται πρότερος. ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. ἡ δὲ εἶπε· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές. καί μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ᾿ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρά.

ΚΕΦΑΛΑΙΟ 39
ΙΩΣΗΦ δὲ κατήχθη εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν Πετεφρὴς ὁ εὐνοῦχος Φαραώ, ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν ᾿Ισμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ. καὶ ἦν Κύριος μετὰ ᾿Ιωσήφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ. ᾔδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι ὁ Κύριος ἦν μετ᾿ αὐτοῦ καὶ ὅσα ἐὰν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ εὗρεν ᾿Ιωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ εὐηρέστησεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, ἔδωκε διὰ χειρὸς ᾿Ιωσήφ. ἐγένετο δὲ μετὰ τὸ καταστῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα, ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ ᾿Ιωσήφ, καὶ ἐγενήθη εὐλογία Κυρίου ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ αὐτοῦ. καὶ ἐπέτρεψε πάντα, ὅσα ἦν αὐτῷ, εἰς χεῖρας ᾿Ιωσὴφ καὶ οὐκ ᾔδει τῶν καθ᾿ αὑτὸν οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός.
Καὶ ἦν ᾿Ιωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα. καὶ ἐγένετο μετὰ τὰ ρήματα ταῦτα καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ ᾿Ιωσὴφ καὶ εἶπε· κοιμήθητι μετ᾿ ἐμοῦ. ὁ δὲ οὐκ ἤθελεν, εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ· εἰ ὁ κύριός μου οὐ γινώσκει δι᾿ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐδὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπ᾿ ἐμοῦ οὐδὲν πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ρῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; ἡνίκα δὲ ἐλάλει τῷ ᾿Ιωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ᾿ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ. ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν ᾿Ιωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐδεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω, καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων λέγουσα· κοιμήθητι μετ᾿ ἐμοῦ. καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω. καὶ ἐγένετο ὡς εἶδεν, ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω, καὶ ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα· ἴδετε, εἰσήγαγεν ἡμῖν παῖδα ῾Εβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλθε πρός με λέγων· κοιμήθητι μετ᾿ ἐμοῦ, καὶ ἐβόησα φωνῇ μεγάλῃ· ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω. καὶ καταλιμπάνει τὰ ἱμάτια παρ᾿ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ρήματα ταῦτα λέγουσα· εἰσῆλθε πρός με ὁ παῖς ὁ ῾Εβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι καὶ εἶπέ μοι· κοιμηθήσομαι μετὰ σοῦ· ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ᾿ ἐμοὶ ἔφυγε καὶ ἐξῆλθεν ἔξω. ἐγένετο δέ, ὡς ἤκουσεν ὁ κύριος αὐτοῦ τὰ ρήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτόν, λέγουσα· οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ. καὶ λαβὼν ὁ κύριος ᾿Ιωσὴφ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον, ἐν ᾦ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι.
Καὶ ἦν Κύριος μετὰ ᾿Ιωσὴφ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος, καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς ᾿Ιωσὴφ καὶ πάντας τοὺς ἀπηγμένους, ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν. οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι᾿ αὐτὸν οὐδέν· πάντα γὰρ ἦν διὰ χειρὸς ᾿Ιωσὴφ διὰ τὸ τὸν Κύριον μετ᾿ αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 40
ΕΓΕΝΕΤΟ δὲ μετὰ τὰ ρήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ εἰς τὸ δεσμωτήριον, εἰς τὸν τόπον, οὗ ᾿Ιωσὴφ ἀπῆκτο ἐκεῖ. καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ ᾿Ιωσὴφ αὐτούς, καὶ παρέστη αὐτοῖς· ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ. καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτί· ἡ δὲ ὅρασις τοῦ ἐνυπνίου τοῦ ἀρχιοινοχόου καὶ ἀρχισιτοποιοῦ, οἳ ἦσαν τῷ βασιλεῖ Αἰγύπτου, οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ, ἦν αὕτη. εἰσῆλθε δὲ πρὸς αὐτοὺς ᾿Ιωσὴφ τῷ πρωΐ καὶ εἶδεν αὐτούς, καὶ ἦσαν τεταραγμένοι. καὶ ἠρώτα τοὺς εὐνούχους Φαραώ, οἳ ἦσαν μετ᾿ αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ, λέγων· τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; οἱ δὲ εἶπαν αὐτῷ· ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; διηγήσασθε οὖν μοι. καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ ᾿Ιωσὴφ καὶ εἶπεν· ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου· ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες, καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς· πέπειροι οἱ βότρυες σταφυλῆς. καὶ τὸ ποτήριον Φαραὼ ἐν τῇ χειρί μου· καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ. καὶ εἶπεν αὐτῷ ᾿Ιωσήφ· τοῦτο ἡ σύγκρισις αὐτοῦ· οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν· ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπί τὴν ἀρχιοινοχοΐαν σου, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ γένηταί σοι, καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσει περὶ ἐμοῦ πρὸς Φαραὼ καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου· ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς ῾Εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν, ἀλλ᾿ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. καὶ εἶδεν ὁ ἀρχισιτοποιός, ὅτι ὀρθῶς συνέκρινε, καὶ εἶπε τῷ ᾿Ιωσήφ· κἀγὼ εἶδον ἐνύπνιον καὶ ᾤμην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου· ἐν δὲ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν, ὧν Φαραὼ ἐσθίει ἔργον σιτοποιοῦ, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου. ἀποκριθεὶς δὲ ᾿Ιωσὴφ εἶπεν αὐτῷ· αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν· ἔτι τριῶν ἡμερῶν καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραώ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ οἰνοχόου καὶ τῆς ἀρχῆς τοῦ σιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ, καὶ ἀποκατέστησε τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ, καὶ ἔδωκε τὸ ποτήριον εἰς τὴν χεῖρα Φαραώ, τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασε, καθὰ συνέκρινεν αὐτοῖς ᾿Ιωσήφ. καὶ οὐκ ἐμνήσθη ὁ ἀρχιοινοχόος τοῦ ᾿Ιωσήφ, ἀλλ᾿ ἐπελάθετο αὐτοῦ.

ΚΕΦΑΛΑΙΟ 41
ΕΓΕΝΕΤΟ δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον· ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶ καὶ ἐβόσκοντο ἐν τῷ ῎Αχει. ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶ καὶ ἐνέμοντο παρὰ τὰς βόας ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ· καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶ τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτὰς ταῖς σαρξί. ἠγέρθη δὲ Φαραώ. καὶ ἐνυπνιάσθη τὸ δεύτερον, καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν τῷ πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί· καὶ ἰδοὺ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ᾿ αὐτούς· καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις. ἠγέρθη δὲ Φαραώ, καὶ ἦν ἐνύπνιον.
᾿Εγένετο δὲ πρωΐ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς Φαραὼ λέγων· τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. Φαραὼ ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου, ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν. καὶ εἴδομεν ἐνύπνιον ἀμφότεροι ἐν νυκτὶ μιᾷ ἐγὼ καὶ αὐτός, ἕκαστος κατὰ τὸ αὐτοῦ ἐνύπνιον εἴδομεν. ἦν δὲ ἐκεῖ μεθ᾿ ἡμῶν νεανίσκος παῖς ῾Εβραῖος τοῦ ἀρχιμαγείρου, καὶ διηγησάμεθα αὐτῷ, καὶ συνέκρινεν ἡμῖν. ἐγενήθη δέ, καθὼς συνέκρινεν ἡμῖν, οὕτω καὶ συνέβη, ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου, ἐκεῖνον δὲ κρεμασθῆναι.
᾿Αποστείλας δὲ Φαραὼ ἐκάλεσε τὸν ᾿Ιωσήφ, καὶ ἐξήγαγον αὐτὸν ἀπὸ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ, καὶ ἦλθε πρὸς Φαραώ. εἶπε δὲ Φαραὼ πρὸς ᾿Ιωσήφ· ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων, ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά. ἀποκριθεὶς δὲ ᾿Ιωσὴφ τῷ Φαραὼ εἶπεν· ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. ἐλάλησε δὲ Φαραὼ τῷ ᾿Ιωσὴφ λέγων· ἐν τῷ ὕπνῳ μου ᾤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξί, καὶ ἐνέμοντο ἐν τῷ ῎Αχει. καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν, οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ Αἰγύπτου αἰσχροτέρας· καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ τὰς ἐκλεκτάς, καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο, ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν, καὶ αἱ ὄψεις αὐτῶν αἰσχραί, καθὰ καὶ τὴν ἀρχήν· ἐξεγερθεὶς δὲ ἐκοιμήθην καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου, καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί· ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν. καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις. εἶπα οὖν τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι αὐτό.
Καὶ εἶπεν ᾿Ιωσὴφ τῷ Φαραώ· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστιν· ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ. αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστί· τὸ ἐνύπνιον Φαραὼ ἕν ἐστι, καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστί, καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ. τὸ δὲ ρῆμα, ὃ εἴρηκα Φαραώ, ὅσα ὁ Θεὸς ποιεῖ, ἔδειξε τῷ Φαραώ, ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ Αἰγύπτου· ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα, καὶ ἐπιλήσονται τῆς πλησμονῆς τῆς ἐσομένης ἐν ὅλῃ Αἰγύπτῳ, καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν, καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα· ἰσχυρὸς γὰρ ἔσται σφόδρα. περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον Φαραὼ δίς, ὅτι ἀληθὲς ἔσται τὸ ρῆμα τὸ παρὰ τοῦ Θεοῦ, καὶ ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς Αἰγύπτου· καὶ ποιησάτω Φαραὼ καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς, καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γεννήματα τῆς γῆς Αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων, καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα Φαραώ, βρώματα ἐν ταῖς πόλεσι φυλαχθήτω· καὶ ἔσται τὰ βρώματα τὰ πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, ἃ ἔσονται ἐν γῇ Αἰγύπτου, καὶ οὐκ ἐκτριβήσεται ἡ γῇ ἐν τῷ λιμῷ.
῎Ηρεσε δὲ τὸ ρῆμα ἐναντίον Φαραὼ καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ, καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὐτῷ; εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· ἐπειδὴ ἔδειξεν ὁ Θεός σοι πάντα ταῦτα, οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου· σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου· πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς Αἰγύπτου. καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπί τὴν χεῖρα ᾿Ιωσὴφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κήρυξ· καὶ κατέστησεν αὐτὸν ἐφ᾿ ὅλης γῆς Αἰγύπτου. εἶπε δὲ Φαραὼ τῷ ᾿Ιωσήφ· ἐγὼ Φαραώ, ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐδεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσης γῆς Αἰγύπτου. καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα ᾿Ιωσήφ, Ψονθομφανήχ· καὶ ἔδωκεν αὐτῷ τὴν ᾿Ασεννὲθ θυγατέρα Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως αὐτῷ εἰς γυναῖκα. ᾿Ιωσὴφ δὲ ἦν ἐτῶν τριάκοντα, ὅτε ἔστη ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου.
᾿Εξῆλθε δὲ ᾿Ιωσὴφ ἀπὸ προσώπου Φαραώ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου. καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα· καὶ συνήγαγε πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς ἦν ἡ εὐθυνία ἐν τῇ γῇ Αἰγύπτου, καὶ ἔθηκε τὰ βρώματα ἐν ταῖς πόλεσι, βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ. καὶ συνήγαγεν ᾿Ιωσὴφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα, ἕως οὐκ ἠδύνατο ἀριθμηθῆναι, οὐ γὰρ ἦν ἀριθμός.
Τῷ δὲ ᾿Ιωσὴφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ, οὓς ἔτεκεν αὐτῷ ᾿Ασεννὲθ ἡ θυγάτηρ Πετεφρῆ ἱερέως ῾Ηλιουπόλεως. ἐκάλεσε δὲ ᾿Ιωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ Θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου. τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν ᾿Εφραΐμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου.
Παρῆλθε δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας, ἃ ἐγένοντο ἐν τῇ γῇ Αἰγύπτου, καὶ ἤρξατο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι, καθὰ εἶπεν ᾿Ιωσήφ. καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ, ἐν δὲ πάσῃ τῇ γῇ Αἰγύπτου ἦσαν ἄρτοι. καὶ ἐπείνασε πᾶσα ἡ γῆ Αἰγύπτου, ἔκραξε δὲ ὁ λαὸς πρὸς Φαραὼ περὶ ἄρτων· εἶπε δὲ Φαραὼ πᾶσι τοῖς Αἰγυπτίοις· πορεύεσθε πρὸς ᾿Ιωσήφ, καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε. καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς· ἀνέῳξε δὲ ᾿Ιωσὴφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς Αἰγυπτίοις. καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν πρὸς ᾿Ιωσήφ· ἐπεκράτησε γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ.

ΚΕΦΑΛΑΙΟ 42
ΙΔΩΝ δὲ ᾿Ιακὼβ ὅτι ἐστὶ πρᾶσις ἐν Αἰγύπτῳ, εἶπε τοῖς υἱοῖς αὐτοῦ· ἱνατί ραθυμεῖτε; ἰδοὺ ἀκήκοα ὅτι ἐστὶ σῖτος ἐν Αἰγύπτῳ· κατάβητε ἐκεῖ καὶ πρίασθε ἡμῖν μικρὰ βρώματα, ἵνα ζήσωμεν καὶ μὴ ἀποθάνωμεν. κατέβησαν δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ οἱ δέκα πρίασθαι σῖτον ἐξ Αἰγύπτου· τὸν δὲ Βενιαμὶν τὸν ἀδελφὸν ᾿Ιωσὴφ οὐκ ἀπέστειλε μετὰ τῶν ἀδελφῶν αὐτοῦ, εἶπε γάρ· μή ποτε συμβῇ αὐτῷ μαλακία.
῏Ηλθον δὲ οἱ υἱοὶ ᾿Ισραὴλ ἀγοράζειν μετὰ τῶν ἐρχομένων· ἦν γὰρ ὁ λιμὸς ἐν γῇ Χαναάν. ᾿Ιωσὴφ δὲ ἦν ὁ ἄρχων τῆς γῆς, οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς· ἐλθόντες δὲ οἱ ἀδελφοὶ ᾿Ιωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. ἰδὼν δὲ ᾿Ιωσὴφ τούς ἀδελφοὺς αὐτοῦ ἐπέγνω καὶ ἠλλοτριοῦτο ἀπ᾿ αὐτῶν καὶ ἐλάλησεν αὐτοῖς σκληρὰ καὶ εἶπεν αὐτοῖς· πόθεν ἥκατε; οἱ δὲ εἶπον· ἐκ γῆς Χαναὰν ἀγοράσαι βρώματα. ἐπέγνω δὲ ᾿Ιωσὴφ τοὺς ἀδελφοὺς αὐτοῦ, αὐτοὶ δὲ οὐκ ἐπέγνωσαν αὐτόν. καὶ ἐμνήσθη ᾿Ιωσὴφ τῶν ἐνυπνίων αὐτοῦ, ὧν εἶδεν αὐτός, καὶ εἶπεν αὐτοῖς· κατάσκοποί ἐστε, κατανοῆσαι τὰ ἴχνη τῆς χώρας ἥκατε. οἱ δὲ εἶπαν· οὐχί, κύριε, οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα· πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου· εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. εἶπε δὲ αὐτοῖς· οὐχί, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. οἱ δὲ εἶπαν· δώδεκά ἐσμεν οἱ παῖδες σου ἀδελφοὶ ἐν γῇ Χαναάν, καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον, ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. εἶπε δὲ αὐτοῖς ᾿Ιωσήφ· τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν λέγων, ὅτι κατάσκοποί ἐστε· ἐν τούτῳ φανεῖσθε· νὴ τὴν ὑγίειαν Φαραώ, οὐ μὴ ἐξέλθητε ἐντεῦθεν, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ἔλθῃ ὧδε. ἀποστείλατε ἐξ ὑμῶν ἕνα καὶ λάβετε τὸν ἀδελφὸν ὑμῶν, ὑμεῖς δὲ ἀπάχθητε ἕως τοῦ φανερὰ γενέσθαι τὰ ρήματα ὑμῶν, εἰ ἀληθεύετε ἢ οὔ· εἰ δὲ μή, νὴ τὴν ὑγίειαν Φαραώ, ἦ μὴν κατάσκοποί ἐστε. καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ ἡμέρας τρεῖς.
Εἶπε δὲ αὐτοῖς τῇ ἡμέρᾳ τῇ τρίτῃ· τοῦτο ποιήσατε καὶ ζήσεσθε, τὸν Θεὸν γὰρ ἐγὼ φοβοῦμαι· εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν κατασχεθήτω εἷς ἐν τῇ φυλακῇ, αὐτοὶ δὲ βαδίσατε καὶ ἀπαγάγετε τὸν ἀγορασμὸν τῆς σιτοδοσίας ὑμῶν, καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσονται τὰ ρήματα ὑμῶν· εἰ δὲ μή, ἀποθανεῖσθε. ἐποίησαν δὲ οὕτως. καὶ εἶπεν ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· ναί, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλῖψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ· καὶ ἕνεκεν τούτου ἐπῆλθεν ἐφ᾿ ἡμᾶς ἡ θλῖψις αὕτη. ἀποκριθεὶς δὲ Ρουβὴν εἶπεν αὐτοῖς· οὐκ ἐλάλησα ὑμῖν λέγων, μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ ἠκούσατέ μου; καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. αὐτοὶ δὲ οὐκ ᾔδεισαν ὅτι ἀκούει ᾿Ιωσήφ· ὁ γὰρ ἑρμηνευτὴς ἀνὰ μέσον αὐτῶν ἦν. ἀποστραφεὶς δὲ ἀπ᾿ αὐτῶν ἔκλαυσεν ᾿Ιωσήφ. καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς καὶ εἶπεν αὐτοῖς· καὶ ἔλαβε τὸν Συμεὼν ἀπ᾿ αὐτῶν καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν. ἐνετείλατο δὲ ᾿Ιωσήφ ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου καὶ ἀποδοῦναι τὸ ἀργύριον αὐτῶν ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. καὶ ἐγενήθη αὐτοῖς οὕτως. καὶ ἐπιθέντες τὸν σῖτον ἐπὶ τοὺς ὄνους αὐτῶν ἀπῆλθον ἐκεῖθεν. λύσας δὲ εἷς τὸν μάρσιππον αὐτοῦ δοῦναι χορτάσματα τοῖς ὄνοις αὐτοῦ, οὗ κατέλυσαν, καὶ εἶδε τὸν δεσμὸν τοῦ ἀργυρίου αὐτοῦ, καὶ ἦν ἐπάνω τοῦ στόματος τοῦ μαρσίππου· καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ· ἐπεδόθη μοι τὸ ἀργύριον, καὶ ἰδοὺ τοῦτο ἐν τῷ μαρσίππῳ μου, καὶ ἐξέστη ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν πρὸς ἀλλήλους λέγοντες· τί τοῦτο ἐποίησεν ὁ Θεὸς ἡμῖν;
῏Ηλθον δὲ πρὸς ᾿Ιακὼβ τὸν πατέρα αὐτῶν εἰς γῆν Χαναὰν καὶ ἀπήγγειλαν αὐτῷ πάντα τὰ συμβάντα αὐτοῖς, λέγοντες· λελάληκεν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς πρὸς ἡμᾶς σκληρὰ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ὡς κατασκοπεύοντας τὴν γῆν. εἴπαμεν δὲ αὐτῷ· εἰρηνικοί ἐσμέν, οὐκ ἐσμὲν κατάσκοποι· δώδεκα ἀδελφοί ἐσμεν, υἱοὶ τοῦ πατρὸς ἡμῶν· ὁ εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρὸς μετὰ τοῦ πατρὸς ἡμῶν σήμερον ἐν γῇ Χαναάν. εἶπε δὲ ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς· ἐν τούτῳ γνώσομαι ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε ὧδε μετ᾿ ἐμοῦ, τὸν δὲ ἀγορασμὸν τῆς σιτοδοσίας τοῦ οἴκου ὑμῶν λαβόντες ἀπέλθατε. καὶ ἀγάγετε πρός με τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον, καὶ γνώσομαι ὅτι οὐ κατάσκοποί ἐστε, ἀλλ᾿ ὅτι εἰρηνικοί ἐστε, καὶ τὸν ἀδελφὸν ὑμῶν ἀποδώσω ὑμῖν, καὶ τῇ γῇ ἐμπορεύσεσθε. ἐγένετο δὲ ἐν τῷ κατακενοῦν αὐτοὺς τοὺς σάκκους αὐτῶν, καὶ ἦν ἑκάστου ὁ δεσμὸς τοῦ ἀργυρίου ἐν τῷ σάκκῳ αὐτῶν· καὶ εἶδον τοὺς δεσμοὺς τοῦ ἀργυρίου αὐτῶν αὐτοὶ καὶ ὁ πατὴρ αὐτῶν, καὶ ἐφοβήθησαν. εἶπε δὲ αὐτοῖς ᾿Ιακὼβ ὁ πατὴρ αὐτῶν· ἐμὲ ἠτεκνώσατε, ᾿Ιωσὴφ οὔκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; ἐπ᾿ ἐμὲ ἐγένετο ταῦτα πάντα. εἶπε δὲ Ρουβὴν τῷ πατρὶ αὐτῶν λέγων· τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ· δὸς αὐτὸν εἰς τὴν χεῖρά μου, κἀγὼ ἀνάξω αὐτὸν πρὸς σέ. ὁ δὲ εἶπεν· οὐ καταβήσεται ὁ υἱός μου μεθ᾿ ὑμῶν, ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε καὶ αὐτὸς μόνος καταλέλειπται· καὶ συμβήσεται αὐτὸν μαλακισθῆναι ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύησθε, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ἅδου. ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς.

ΚΕΦΑΛΑΙΟ 43
ΕΓΕΝΕΤΟ δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον, ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν· πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. εἶπε δὲ αὐτῷ ᾿Ιούδας λέγων· διαμαρτυρίᾳ μεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος ὁ κύριος τῆς γῆς λέγων· οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ· εἰ μὲν οὖν ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώματα. εἰ δὲ μὴ ἀποστέλλῃς τὸν ἀδελφὸν ἡμῶν μεθ᾿ ἡμῶν, οὐ πορευσόμεθα. ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, λέγων· οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾿ ὑμῶν ᾖ. εἶπε δὲ ᾿Ισραήλ· τί ἐκακοποιήσατέ με, ἀναγγείλαντες τῷ ἀνθρώπῳ ὅτι ἐστὶν ὑμῖν ἀδελφός; οἱ δὲ εἶπαν· ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν λέγων· εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ καὶ εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν ταύτην. μὴ ᾔδειμεν ὅτι ἐρεῖ ἡμῖν· ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; εἶπε δὲ ᾿Ιούδας πρὸς ᾿Ισραὴλ τὸν πατέρα αὐτοῦ· ἀπόστειλον τὸ παιδάριον μετ᾿ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν. ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. εἶπε δὲ αὐτοῖς ᾿Ισραὴλ ὁ πατὴρ αὐτῶν· εἰ οὕτως ἐστί, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ρητίνης καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν καὶ τερέβινθον καὶ κάρυα. καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· καὶ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ᾿ ὑμῶν· μή ποτε ἀγνόημά ἐστι. καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. ὁ δὲ Θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν· ἐγὼ μὲν γὰρ καθάπερ ἠτέκνωμαι, ἠτέκνωμαι.
Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὸν Βενιαμὶν καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον καὶ ἔστησαν ἐναντίον ᾿Ιωσήφ. εἶδε δὲ ᾿Ιωσὴφ αὐτοὺς καὶ τὸν Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπε τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν καὶ σφάξον θύματα καὶ ἑτοίμασον· μετ᾿ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν. ἐποίησε δὲ ὁ ἄνθρωπος, καθὰ εἶπεν ᾿Ιωσήφ, καὶ εἰσήγαγε τοὺς ἀνθρώπους εἰς τὸν οἶκον ᾿Ιωσήφ. ἰδόντες δὲ οἱ ἄνδρες ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ ᾿Ιωσήφ, εἶπαν· διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν. προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου τοῦ ᾿Ιωσὴφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου λέγοντες· δεόμεθα, κύριε, κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα· ἐγένετο δὲ ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ· τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν ταῖς χερσὶν ἡμῶν καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ᾿ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν, τίς ἐνέβαλε τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν. εἶπε δὲ αὐτοῖς· ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν καὶ ὁ Θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν, καὶ τὸ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγε πρὸς αὐτοὺς τὸν Συμεὼν καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν καὶ ἔδωκε χορτάσματα τοῖς ὄνοις αὐτῶν. ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν τὸν ᾿Ιωσὴφ μεσημβρίας· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾶν.
Εἰσῆλθε δὲ ᾿Ιωσὴφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν, εἰς τὸν οἶκον καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. ἠρώτησε δὲ αὐτούς, πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς· εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε;
ἔτι ζῇ; οἱ δὲ εἶπαν· ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ· καὶ εἶπεν· εὐλογημένος ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. καὶ κύψαντες προσεκύνησαν αὐτῷ. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ᾿Ιωσὴφ εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον καὶ εἶπεν· οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· ὁ Θεὸς ἐλεήσαι σε τέκνον. ἐταράχθη δὲ ᾿Ιωσήφ, συνεστρέφετο γὰρ τὰ ἔγκατα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον ἔκλαυσεν ἐκεῖ. καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο καὶ εἶπε· παράθετε ἄρτους. καὶ παρέθηκαν αὐτῷ μόνῳ καὶ αὐτοῖς καθ᾿ ἑαυτοὺς καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ᾿ αὐτοῦ καθ᾿ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν ῾Εβραίων ἄρτους, βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις. ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ. ᾖραν δὲ μερίδας παρ᾿ αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων, ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾿ αὐτοῦ.